Ancient Greek · ~7 min
7.8.1 to 7.8.6
Sozomenus, Historia ecclesiastica 7.8.1-6
Not analysed yet
Ἐν τούτῳ δὲ Νεκτάριός τις Ταρσεὺς τῆς Κιλικίας, τοῦ λαμπροτάτου τάγματος τῆς συγκλήτου, ἐν Κωνσταντινουπόλει διέτριβεν. Ἤδη δὲ παρεσκευασμένος εἰς τὴν πατρίδα ἀπιέναι, παραγίνεται πρὸς Διόδωρον τὸν Ταρσοῦ ἐπίσκοπον, εἴγε βούλοιτο γράφειν ἐπιστολὰς κομισόμενος. Ἔτυχε δὲ τότε διανοούμενος καθ̓ ἑαυτὸν ὁ Διόδωρος, τίνα χρὴ προβαλέσθαι εἰς τὴν σπουδαζομένην χειροτονίαν. Καὶ ἰδὼν εἰς Νεκτάριον, ἄξιον εἶναι τῆς ἐπισκοπῆς ἐνόμισε: καὶ κατὰ νοῦν εὐθὺς αὐτῷ προσετέθη, πολιάν τ̓ ἀνδρὸς καὶ εἶδος ἱεροπρεπὲς καὶ τὸ προσηνὲς τῶν τρόπων λογισάμενος. Καὶ ὡς ἐπ’ ἄλλο τι ἀγαγὼν αὐτὸν παρὰ τὸν Ἀντιοχείας ἐπίσκοπον, ἐπῄνει, καὶ σπουδάζειν αὐτῷ παρεκάλει. Ὁ δὲ, ἐπὶ μεμεριμνημένῳ πράγματι, πολλῶν ἐπισημοτάτων ἀνδρῶν ὑποψήφων ὄντων, ἐγέλασε τὴν Διοδώρου ψῆφον: ὅμως δὲ πρὸς ἑαυτὸν καλέσας Νεκτάριον, περιμένειν βραχύν τινα χρόνον ἐκέλευσεν. Οὐκ εἰς μακρὰν δὲ προστάξαντος τοῦ βασιλέως τοῖς ἱερεῦσιν, ἐγγράψαι χάρτῃ τὰς προσηγορίας ὧν ἕκαστοι δοκιμάζουσιν εἰς τὴν χειροτονίαν ἀξίων, ἑαυτῷ δὲ φυλάξαντος ἐκ πάντων τοῦ ἑνὸς τὴν αἵρεσιν, ἄλλοι μὲν ἄλλους ἐνέγραψαν, ὁ δὲ τῆς Ἀντιοχέων ἐκκλησίας ἡγούμενος, ἐγγράφει μὲν οὓς ἐβούλετο: ἔσχατον δὲ πάντων προστίθησι Νεκτάριον διὰ τὴν πρὸς Διόδωρον χάριν. Ἀναγνοὺς δὲ ὁ βασιλεὺς τῶν ἐγγραφέντων τὸν κατάλογον, ἔστη ἐπὶ Νεκταρίῳ. Καὶ σύννους γενόμενος, σχολῇ καθ̓ ἑαυτὸν ἐβουλεύετο, τὸν δάκτυλον ἐπιθεὶς τῇ τελευταίᾳ γραφῇ. Καὶ ἀναδραμὼν εἰς τὴν ἀρχὴν, αὖθις πάντας ἐπανῆλθε, καὶ Νεκτάριον αἱρεῖται. Θαῦμα δὲ πᾶσιν ἐγένετο: καὶ ἐπυνθάνοντο ὅστις εἴη Νεκτάριος οὗτος, καὶ ποδαπὸς τὸ ἐπιτήδευμα, καὶ πόθεν. Μαθόντες δὲ μηδὲ μυστηρίων μετεσχηκέναι τὸν ἄνδρα, ἔτι μᾶλλον ἐθαύμαζον τὸ παράδοξον τῆς τοῦ βασιλέως κρίσεως. Ἠγνόει δὲ τοῦτο, οἶμαι, καὶ Διόδωρος: οὐ γὰρ ἂν ἐθάρρησεν εἰδὼς, ἔτι ἀμυήτῳ δοῦναι ψῆφον ἱερωσύνης: ἀλλ̓ οἷα εἰκὸς, νομίσας πολιὸν ὄντα μὴ καὶ πάλαι μεμυῆσθαι.