Ancient Greek
8.1.9 to 8.1.12
Sozomenus, Historia ecclesiastica 8.1.9-12
Not analysed yet
Μετὰ γὰρ τὴν Ἀγελίου προστασίαν, τῆς Μαρκιανοῦ ἀνδρὸς ἀγαθοῦ τετυχήκασι. Καὶ τούτου δὲ ἔναγχος κατὰ τὸν παρόντα χρόνον τελευτήσαντος, διεδέξατο τὴν αὐτοῦ ἐπισκοπὴν Σισίνιος, ἀνὴρ ἐλλόγιμος ὅτι μάλιστα, καὶ φιλοσόφων δογμάτων καὶ τῶν ἱερῶν λόγων ἐπιστήμων, καὶ πρὸς διαλέξεις ἕτοιμος: ὡς καὶ Εὐνόμιον ἐπὶ ταύταις εὐδοκιμοῦντα, καὶ τοῦτο ἔργον ποιούμενον, πολλάκις παραιτήσασθαι τοὺς πρὸς αὐτὸν διαλόγους. Ἐγένετο δὲ σώφρων τὸν βίον, ὡς κρείττων εἶναι διαβολῆς: περὶ δὲ τὴν δίαιταν ἁβρὸς καὶ ποικίλος: ὡς τοὺς ἀγνοοῦντας ἀπιστεῖν, εἰ σωφρονεῖν δύναιτο, τοσοῦτον τρυφῶν. Τὸ δὲ ἦθος ἦν χαρίεις καὶ ἡδὺς ἐν ταῖς συνουσίαις: καὶ διὰ ταῦτα καὶ τοῖς ἐπισκόποις τῆς καθόλου ἐκκλησίας, καὶ τοῖς ἐν ἀρχαῖς καὶ λόγοις καταθύμοις ἦν. Σκώπτειν τε σὺν χάριτι, καὶ σκωμμάτων ἀνέχεσθαι, καὶ ἑκάτερον ἀπεχθείας ἐκτὸς ὑπομένειν, κομψῶς τε σὺν τάχει πρὸς τὰς ἐρωτήσεις ὑπαντᾷν, εὖ μάλα ἐπιτηδείως ἔχων. Ἐρωτηθεὶς οὖν ὅτου ἕνεκα δεύτερον λούοιτο τῆς ἡμέρας, ἐπίσκοπος ὤν: Ὅτι μὴ τρίτον, ἔφη, φθάνω.