# Fragmenta 190

Speusippus, Fragmenta, Fragment 190. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/speusippus-phil/fragmenta/190

190. Σπεύσιππος Ξενοκράτει. Ἔδοξέ μοι γράψαι πρὸς σὲ ἐπιστολὴν περὶ τῶν συμβεβηκότων κατὰ τὸ σωμάτιον ᵃ. Οὐ γὰρ μετρίως ἐκλελοίπασιν αἱ δυνάμεις τῶν μερῶν ἁπάντων, ὥστε μηδὲν αὐτοῖς ἐνεργεῖν ἐμὲ δύνασθαι ᵇ· κατὰ τύχην δέ τινα ἡ γλῶττα καὶ τὰ περὶ τὴν κεφαλὴν μεμένηκεν, εἰ μὴ καὶ διὰ τὸ κεχαρισμένον καὶ διὰ τὸ θειότατον εἶναι. Πάνυ μὲν οὖν ἐβουλόμην παρεῖναί σε· εὖ δὲ ποιήσεις καὶ νῦν παραγενόμενος. Καὶ γὰρ τῶν περὶ ἐμὲ προστήσῃ κατὰ τρόπον, ὡς ἐγὼ εὖ οἶδα, καὶ τῶν ἐν τῷ περιπάτῳ ἐπιμελήσῃ προσηκόντως.

---

Speusippus, Fragmenta, ed. Friedrich Wilhelm August Mullach. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1692.tlg005.local001/.
