# Fragmenta 226

Speusippus, Fragmenta, Fragment 226. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/speusippus-phil/fragmenta/226

226. Οὐ μακρὰν δὲ τούτων ἦν καὶ Σπεύσιππος, ὁ λάτωνος ἀκουστὴς καὶ συγγενής. Διονύσιος γοῦν ὁ τύραννος ἐν ταῖς πρὸς αὐτὸν ἐπιστολαῖς καὶ τὰ τῆς φιληδονίας αὐτοῦ διεξερχόμενος, ἔτι δὲ τῆς φιλαργυρίας, ἐρανίζεσθαί τι παρὰ πολλῶν αὐτὸν δειλέγχων ὀνειδίζει καὶ τὸν Λασθενείας τῆς Ἀρκαδικῆς ἑταίρας φιληδονίας αὐτοῦ διεξερχόμενος, ἔτι δὲ τῆς φιλαργυρίας, ἐρανίζεσθαί τε παρὰ πολλῶν αὐτὸν διελέγχων] ὀνειδίζει καὶ τὸν Λασθενείας τῆς ρκαδικῆς ἑταίρας ἔρωτα, ἐπὶ πᾶσί τε λέγει τάδε· Σύ τισι φιλαργυρίαν ὀνειδίζεις, αὐτὸς μηδὲν ἐλλελοιπὼς αἰσχροκερδίας; τί γὰρ οὐ πεποίηκας; οὐχ ὑπὲρ ὁν Ἑρμείας ὤφειλεν αὐτὸς ἐκτετικὼς ἔρανον συνάγειν ἐπιχειρεῖς;

---

Speusippus, Fragmenta, ed. Friedrich Wilhelm August Mullach. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1692.tlg005.local001/.
