# Fragmenta 229

Speusippus, Fragmenta, Fragment 229. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/speusippus-phil/fragmenta/229

229. Ἤδη δὲ τῶν παλαιῶν οἱ μὲν πάντα θεωρήματα καλεῖν ἠξίωσαν, ὡς οἱ περὶ Σπεύσιππον καὶ Ἀμφίνομον, ἡγούμενοι ταῖς θεωρητικαῖς ἐπιστήμαις οἰκειότερον εἶναι τὴν τῶν θεωρημάτων προσηγορίαν τὴν τῶν προβλημάτων, ἄλλως τε καὶ περὶ ἀϊδίων ποιουμέναις τοὺς λόγους. Οὐ γάρ ἐστι γένεσις ἒν τοῖς ἀϊδίοις, ὥστε οὔτε τὸ πρόβλημα χώραν ἐπὶ τούτων ἂν ἔχοι, γένεσιν ἐπαγγελλόμενον καὶ ποίησιν τοῦ μήπω πρότερον ὄντος, οἷον ἰσοπλεύρου τριγώνου σύστασιν, ἢ τετραγώνου δοθείσης εὐθείαςᵇ ἀναγραφήν, ἢ εὐθείας πρὸς τῷ δοθέντι σημείῳ θέσιν. Ἄμεινον οὖν, φασί, λέγειν ὅτι πάντα ταῦτα ἔστι. Τὰς δὲ γενέσεις αὐτῶν οὐ ποιητικῶς, ἀλλὰ γνωστικῶς ὁρῶμεν, ὡς ἃν εἰ γιγνόμενα λαμβάνοντες τὰ ἀεὶ ὄντα. Ὥστε καὶ πάντα θεωρητικῶς ἐροῦμεν,ᶜ ἀλλ’ οὐ προβληματικῶς λαμβάνεσθαι. Οἱ δὲ ἀνάπαλιν πάντα προβλήματα λέγειν ἐδικαίουν, ὡς οἱ περὶ Μέναιχμον μαθηματικοί· τὴν δὲ προβολὴν εἶναι διττήν, ὁτὲ μὲν πορίσασθαι τὸ ζητούμενον, ὁτὲ δὲ ᵈ περιωρισμένον λαβόντας ἰδεῖν ἢ τί ἐστιν, ἢ ποῖόν τί ἐστιν, ἢ τί παθόν, ἢ τίνας ἔχει πρὸς ἄλλο σχέσεις. Καὶ λέγουσι μὲν ὀρθῶς ἀμφότεροι. Καὶ γὰρ οἱ περὶ Σπεύσιππον καγένεσιν λῶς. Οὐ γὰρ τοιαῦτά ἐστι τὰ προβλήματα γεωμεμείου τρίας, οἶα τὰ μηχανικῆς. Αἰσθητὰ γὰρ ταῦτα καὶ ἔχοντα, καὶ παντοίαν μεταβολήν. Καὶ οἱ περὶ τὸν Μέναιχμον. στὶν, ἢ ποῖόν τι ἐστι, ἢ τί πόθεν.

---

Speusippus, Fragmenta, ed. Friedrich Wilhelm August Mullach. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1692.tlg005.local001/.
