# Fragmenta 193.15-194.18

Sphaerus, Fragmenta, 193.15 to 194.18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sphaerus/fragmenta/193.15
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/sphaerus/fragmenta/193.15

620 Diogenes Laërt. VII 177. Τοῦτον (scil. τοῦ Κλεάνθους) — ἤκουσε μετὰ Ζήνωνα καὶ Σφαῖρος ὁ Βοσποριανός, ὃς προκοπὴν ἰκανὴν περιποιησάμενος λόγων εἰς Ἀλεξάνδρειαν ἀπῆλθε πρὸς Πτολεμαῖον τὸν Φιλοπάτορα (secuntur duo narratiunculae cf. n. 625). Βιβλία δὲ γέγραφε τάδε: περὶ κόσμου δύο· περὶ στοιχείων· σπέρματος n. 626. περὶ τύχης· περὶ ἐλαχίστων· πρὸς τὰς ἀτόμους καὶ τὰ εἴδωλα· περὶ αἰσθητηρίων n. 627. περὶ Ἡρακλείτου πέντε· διατριβῶν· περὶ τῆς ἡθικῆς διατάξεως· περὶ καθηκόντος· περὶ ὀργῆς· περὶ παθῶν δύο· περὶ βασιλείας· περὶ Λακωνικῆς πολιτείας n. 629 περὶ Ἀνκούργου καὶ Σωκράτους τρία· περὶ νόμου· περὶ μαντικῆς· διαλόγους ἔρωτικούς· περὶ τῶν Ἑρετριακῶν φιλοσόφων· περὶ ὁμοίων· περὶ ὧρων (n. 628). περὶ ἕξεως· περὶ τῶν ἀντιλεγομένων τρία· περὶ λόγου· περὶ πλοῦτου· περὶ δόξης· περὶ θανάτου· τέχνης διαλεκτικῆς δύο· περὶ κατηγορημάτων· περὶ ἀμφιβολιῶν· ἐπιστολάς. 621 Diogenes Laërt. VII 185. Πτολεμαίου τε πρὸς Κλεάνθην ἐπιστείλαντος ἢ αὐτὸν ἐλθεῖν ἢ πέμψαι τινά, Σφαῖρος μὲν ἀπήλθε, Χρύσιππος δὲ περιεῖδε.

---

Sphaerus, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003367.
