# Fragmenta 5-6

Stesimbrotus Thasius, Fragmenta, 5 to 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/stesimbrotus-thasius/fragmenta/5

Ἦν μὲν οὖν ἀπ ̓ ἀρχῆς φιλολάκων (ὁ Κίμων)· καὶ τῶν γε παίδων τῶν διδύμων τὸν ἕτερον Λακεδαιμόνιον ὠνόμασε, τὸν δ ̓ ἕτερον Ἠλεῖον, ἐκ γυναικὸς αὐτῷ Κλειτορίας γενομένους, ὡς Στησίμβροτος ἱστορεῖ· δι ̓ ὃ πολλάκις τὸν Περικλέα τὸ μητρῷον αὐτοῖς γένος ὀνειδίζειν. Ἔπειτα δυνατώτεροι γενόμενοι καὶ τὸν Κίμων τοῖς Σπαρτιάταις οὐκ ἠρέμα προσκείμενον ὁρῶντες ἤχθοντο. Καὶ γὰρ αὐτὸς ἐπὶ παντὶ μεγαλύνων τὴν Λακεδαίμονα πρὸς Ἀθηναίους καὶ μάλιστα ὅτε τύχοι μεμφόμενος αὐτοῖς ἢ παροξύνων, ὥς φησι Στησίμβροτος, εἰώθειν, «Ἀλλ ̓ οὐ Λακεδαιμόνιοί γε τοιοῦτοι.» Ὅθεν φθόνον ἑαυτῷ συνῆγε καὶ δυσμένειάν τινα παρὰ τῶν πολιτῶν.

---

STESIMBROTUS THASIUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1923.tlg003.local002/.
