# Strabonis Geographiae Chrestomathia 1-12-3

Strabo, Strabonis Geographiae Chrestomathia, 1 to 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/strabo/strabonis-geographiae-chrestomathia/1-12

Ὅτι ἡ Καππαδοκία ὁρίζεται πρὸς νότον μὲν τῷ Κιλικίῳ λεγομένῳ Ταύρῳ, πρὸς ἕω δὲ τῆ Ἀρμενίᾳ καὶ τῆ Κολχίδι καὶ τοῖς μεταξὺ ἑτερογλώττοις ἔθνεσι, πρὸς ἄρκτον δὲ τῷ Εὐξείνῳ μέχρι τῶν ἐκβολῶν τοῦ Ἅλυος, πρὸς δύσιν δὲ τῆ τε Παφλαγονία καὶ Γαλατίᾳ καὶ τῶν τῇ Φρυγίᾳ ὁμόρων μέχρι Λυκαόνων καὶ Κιλίκων τῶν τὴν τραχεῖαν Κιλικίαν νεμομένων τῆ χώρᾳ. Ὅτι τὴν ἐντὸς τοῦ Ταύρου ὄρους γῆν πρὸς δυσμὰς ἰδίως Ἀσίαν καλοῦσιν. Ὅτι τὴν Καππαδοκίαν εἰς δύο μέρη διαιροῦσιν ἢ σατραπείας· ἄν τὴν μέν μεγάλην φασὶν, ἀφοριζομένην πρὸς τῷ Ταύρῳ, τὴν δὲ μικρὰν καὶ Ποντοκαππαδοκίαν. Καὶ ἑκατέρα εἰς ε΄ στρατηγίας ἐνεμήθη· ἡ μὲν μεγάλη εἰς Μελιτηνὴν, Καταονίαν, Κιλικίαν, Τυανῖτιν, Γαρσαυρῖτιν· ἡ δὲ μικρὰ εἰς ἑτέρας ε΄, Λαουινασηνὴν, Σαργυσηνὴν, Σαραουηνὴν, Χαμανηνὴν, Μοραμηνήν.

---

Strabo, Strabonis Geographiae Chrestomathia, ed. Karl Müller. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0099.tlg004.local001/.
