# Strabonis Geographiae Chrestomathia 10-6

Strabo, Strabonis Geographiae Chrestomathia, ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΟΛΩΜ ΒΙΒΛΙΟΥ ΙΓ΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/strabo/strabonis-geographiae-chrestomathia/10-6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/strabo/strabonis-geographiae-chrestomathia/10-6
CTS URN: urn:cts:greekLit:tlg0099.tlg004:10-6

Ὅτι διττοὶ οἱ Κίλικες, οἱ μέν Θηβαῖοι Ὑποπλάκιοι, ὅθεν ἦν Χρυσηὶς, εἱ δὲ Βρισηίς· τὴν ἐκ Λυρνησσοῦ ἐξείλετο πολλὰ μογήσας, » ἥτις ἦν πόλις « θείοιο Μύνητος· » ἐκ δὲ Θήβης ἡ Χρυσηίς « ᾠχόμεθ᾿ ἐς Θήβην, ἱερήν πόλιν. » Ἐνθένδε ἦν καὶ ἡ Ἀνδρομάχη. Δύο οὖν αὗται δυναστεῖαι Τρωικαί· ὅθεν καὶ τὰ περὶ τῆς Ἀνδρομάχης ἐν ὑπερβατῷ ἀναγνωστέον· « ἀμφότεροι, σὺ μὲν ἐν Τροίῃ, Αὐτὰρ ἐγὼ Θήβῃσιν. » δεῖ γὰρ οὕτω λέγειν· « ἀμφότεροι ἐν Τροίῃ· σὺ μὲν Πριάμου ποτὶ δῶμα, Αὐτὰρ ἐγὼ Θήβησιν. » Τρίτη δ᾿ ἐστὶν ἡ τῶν Λελέγων, καὶ αὕτη Τρωική « Ἄλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει. » Καὶ μήν ὑπὸ Ἕκτορι Τρῶες ἦσαν· « Τρωσὶ μὲν ἡγεμόνευεν· » ἀλλὰ καὶ οἱ ὑπὸ Αίνείᾳ Δάρδανοι Τρῶες ἦσαν, ὡς ὅταν λέγῃ· « Λἰνεία, Τρώων βουληφόρε. » Ἕκτοι δ᾿ οἱ ὑπὸ Πανδάρῳ Λύκιοι, οὓς καλεῖ καὶ Τρῶας ἰδίως. Ἕβδομοι δ᾿ οἱ μεταξὺ Αἰσήπου ποταμοῦ καὶ Ἀβύδου Τρῶές εἶσιν· ἀλλὰ ὑπὸ μέν Ἀσίῳ οἱ Ἀβυδηνοὶ Τρῶες· καὶ γὰρ Δημοκόων, ὁ τοῦ Πριάμου παῖς, « Ἀβυδόθεν ἦλθε παρ᾿ ἵππων ὠκειάων. Ἐν δὲ Περκώτῃ ἐβουνόμει Μελάνιππος υἱὸς Ἱκετάονος, (ὡς) οὐκ ἀλλοτρίας δηλονότι νεμόμενος. Ἀλλὰ καὶ οἱ μέχρι Ἀδραστείας Μεροπίδαι ἄρχοντες, Τρῶες ἦσαν· ὀγδόη αὕτη ἐπαρχία. Ἐνάτη δ᾿ αὕτη δυναστεία ἡ τοῦ Εὐρυπύλου τοῦ Τηλέφου Τρωική.

---

Strabo, Strabonis Geographiae Chrestomathia, ed. Karl Müller. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0099.tlg004.local001/.
