# Strabonis Geographiae Chrestomathia 19-7-31

Strabo, Strabonis Geographiae Chrestomathia, 19 to 31. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/strabo/strabonis-geographiae-chrestomathia/19-7

Ὅτι Πρωτογένης ἔγραψεν ἐν Ῥόδῳ πέρδικα, ὃς τοσοῦτον ἦν εὐδοκιμος, ὥστε οἱ τιθασσοὶ πέρδικες ἐρχόμενοι ἐφθέγγοντο καὶ ὠχλαγώγουν, οἱ δὲ ἄνθρωποι ἐκεχήνεσαν. Ὅτι ἐν Ῥόδῳ τοσσῦτον ἦν τὸ δημοκηδικὸν καὶ προνοητικὸν, ὥστε νόμον ἔθεντο, ἵνα οἱ πλούσιοι καθʼ ἑκάστην τρέφωσι τοὺς πένητας, τῶν ἀναγκαίων τι ἐργάζεσθαι ἀναγκαζομένους. Ὅτι ἐν Ῥόδῳ ἦσάν τινα τῶν ναυστάθμων κρυπτὰ καὶ ἀπόρρητα, ἃ ὁ τολμήσας ἰδεῖν θανάτῳ ἐζημιοῦτο. Ὅτι, ὥσπερ ἐν Κυζίκῳ καὶ ἐν Μασσαλίᾳ, οὕβασκάνους τως καὶ ἐν Ῥόδῳ ἐσπούδαστο κοινῇ ἡ ὀργανοποιἱα καὶ ἡ μηχανοποιία. Ὁeι δδιοι καὶ Ἁλικαρνασσεῖς καὶ ἔΚνίδιοι καὶ Κῶοι Δωριεῖς είσιν. Ὅτι. Ῥόδος ἐκαλεῖτο πρότερον Ὀφίουσσα καὶ Σταδία, εἰτα ελχινὶς έπὸ τῶν οἰκησάντων Τελχινων τὴν νῆσον· οὗς οἱ μὲν γόητάς φασιν εἰναι καὶ θείῳ καταρρέοντας τὸ τῆς Στυγὸς ὕδωρ ζῴων τε καὶ φυτῶν ὀλέθρου χάριν, οἱ δὲ τεχνίτας μηχανικοὺς, πρώτους εὑρόντας χαλκοῦ τε καὶ σιδήρου γένεσιν ἐκ μετάλλων. Ἦλθον δ᾿ ἐκ Κρήτης εἰς Κύπρον, εἶτα εἰς Ῥόδον. Ὅτι μετὰ τοὺς Τελχῖνας οἱ Ἡλιάδαι μυθεύονται ται κατασχεῖν τὴν νῆσον· ὧν ἑνὸς, Κερκάφου, γενέσθαι παῖδας τρεῖς, Λίνδον, Ἰηλυσὸν, Κάμειρον, τοὺς καὶ τὰς πόλεις κτίσαντας ἐπωνύμους. Ὅτι τῆς Ῥόδου ἡ περίμετρος σταδίων ἐστὶν Ϡκ΄. Ὅτι Ἀτάβυρις ὄρος ὑψηλότατον τῶν ἐν Ῥόδῳ, ἱερὸν Διὸς Ἀταβυρίου. Ὅτι ὁ Ποσειδώνιος ἐπολιτεύσατο μὲν ἐν Ῥόδῳ καὶ ἐσοφίστευσεν· ἦν δὲ Ἀπαμεὺς ἐκ τῆς Συρίας. Ὅτι Διονύσιος ὁ Θρᾶξ καὶ Ἀπολλώνιος ὁ τοὺς Ἀργοναύτας ποιήσας Ἀλεξανδρεῖς μὲν ἦσαν, ἐκαλοῦντο δὲ Ῥόδιοι. Ὅτι Ε.ὔδοξος ὁ μαθηματικὸς Κνίδιος ἦν, Πλάτωνος μαθητῆς. Ὅτι ἦ Ἁλικαρνασσὸς πόλις τὸ βασίλειον ἦν τῶν τῆς Καρίας δυναστῶν, καλουμένη πρὶν Ζεφύρα· ἐνταῦθά ἐστιν ὁ τοῦ Μαυσωλοῦ τάφος, ἔν τῶν ζ΄ θεαμάτων, ὅπερ Ἀρτεμισία τῷ ἀνδρὶ κατεσκεύασεν. Ἡρόδοτος δὲ ἐντεῦθεν ἦν, ὃν ὕστερον ἐκάλεσαν Θούριον διὰ τὸ κοινωνῆσαι τῆς εῖς Θουρίους ἀποικίας.

---

Strabo, Strabonis Geographiae Chrestomathia, ed. Karl Müller. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0099.tlg004.local001/.
