# Strabonis Geographiae Chrestomathia 24-7

Strabo, Strabonis Geographiae Chrestomathia, ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ Υ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/strabo/strabonis-geographiae-chrestomathia/24-7

Ὅτι οἱ Κουρῆτες οὐκ ἦσαν Αἰτωλοὶ διὰ τὰ ἔπη ταῦτα· « Κουρῆτές τ᾿ ἐμάχοντο καὶ Αἰτωλοί. » Πάλιν οἱ τοῦ Πορθέως παῖδες τρεῖς, Αἰτωλοὶ ὄντες καὶ τὴν Πλευρῶνα καὶ Καλυδῶνα οἰκοῦντες, Κουρῆτες ἦσαν· οἱ γὰρ Πλευρώνιοι Κουρῆτές εἰσιν, ὅπερ ἀληθέστερον. Ἔθος γάρ ἐστιν Ὁμηρικὸν, τὰ μέρη τοῖς ὅλοις συναριθμεῖν, οἶον « οἳ δ᾿ Ε.υβοιαν ἔχον — Χαλκίδα τε· » καὶ πάλιν· « Τρῶες καὶ Λύκιοι — καὶ Μυρμιδόνες καὶ Ἀχαιοί. » Τοιοῦτον οὖν καὶ τὸ Κουρῆτες καὶ Αἰτωλοί. Φασὶν οὖν, ὅτι Κουρήτων ἐχόντων τὴν νῦν αἰτωλίαν, ἐκπεσὼν ἐξ Ἤλιδος Αἰτωλὸς μετά τινῦν Ἐπειῶν, ἐκυρίευσε τῆς ἐξ ἑαυτοῦ κληθείσης Αἰτωλίας, καὶ οἱ Κουρῆτες μετῴκησαν εἰς τὴν Ἀκαρνανίαν. Μετὰ οὖν γενεὰς ι΄ Ὄξυλος μετὰ Ἡρακλειδῶν κατῆλθεν εἰς τὴν Ἤλιδα ὡς πατρῴαν, ὡς καὶ τὸ ἐπίγραμμα τὸ ἐν τῆ εἰκόνι Αἰτωλοῦ δηλοῖ· Χώρης οἰκιστῆρα παῤ Ἀλφειοῦ ποτε δίναις θρεφθεντα, σταδίων γείτον’ Ὀλυμπιάδος, Ἐνδυμίωνος παῖδʼ Αἰτωλοὶ τόνδʼ ἀνέθηκαν Αἰτωλὸν, σφετέρας μγῆμ ἀρετῆς ἐσορᾶν. Τὸ δὲ ἐπὶ τῇ Ὀξύλου εἰκόνι ἐπίγραμμα οὕτως ἔχει· Αἰτωλδς ποτε τόνδε λιπὼν αὐτόχθονα δῆμον, κτήσατο Κουρῆτιν γῆν δορ πολλὰ καμών. τῆς δʼ αὐτῆς γενεῆς δεκατόσπορος Αἴμονος νἱος, Ὄξυλος, ἀρχαίην ἔκτισε τήνδε πόλιν. Tὸ δὲ Ὀξύλου ἐν Ἤλιδι κεῖται, τὸ δʼ Αἰτωλοῦ ἐν Αἰτωλία.

---

Strabo, Strabonis Geographiae Chrestomathia, ed. Karl Müller. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0099.tlg004.local001/.
