# Strabonis Geographiae Chrestomathia 31-5

Strabo, Strabonis Geographiae Chrestomathia, ΧΡΗΣΤΟΜΑΞΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ ΙΑ΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/strabo/strabonis-geographiae-chrestomathia/31-5

Ὅτι αἱ πηγαὶ Εὐφράτου καὶ Τίγριδος διέχουσιν ἀλλήλων σταδίους βφ΄· συμβάλλουσι δὲ κατὰ Σελεύκειαν πόλιν. Καὶ ἔστιν ὁ Εὐφράτης τοῦ Τίγριδος μείζων καὶ πλείονα γῆν ἐπέρχεται. Ῥέων δʼ ἐπὶ δύσιν διὰ τῆς μεγάλης Ἀρμενίας ἕως τῆς μικρᾶς ἐν ἀριστερᾷ ἔχει τόν τε Ἀντίταυρον τὸ ὄρος καὶ τὴν Βασιλισηνὴν χώραν καὶ τὴν Ἀκιλισηνήν καὶ τὴν Σωφηνήν, ἐν δεξιᾷ δὲ τὴν μικρὰν Ἀρμενίαν καὶ Καππαδοκίαν καὶ τὸν Ταῦρον τὸ ὄρος καὶ Μελιτηνὴν χώραν, ἔνθα καὶ Μέλας ποταμὸς ἐκ τοῦ Ταύρου ὄρους εἰς τὸν Εὐφράτην βάλλει, εἶτα ἐπιστραφεὶς πρὸς νότον αὖθις τὴν Κομμαγηνὴν, εἶτα Κυρηστικὴν κατὰ τὸ Ἄμανον ὄρος, εἶτα Παλμυρηνὴν δυσμικωτέραν τε καὶ πολὺ νοτιωτέραν ἀφεὶς κατὰ πόλιν Σοῦραν, ἐπὶ τῆ ἀρχῇ τῆς Συρίας κειμένην, πρὸς ἀνατολὰς ἐπιστρέφει· ἐν δεξιᾷ μέν ἔχων καὶ πρὸς νότον τήν τε ἔρημον Ἀραβίαν καὶ Βαβυλωνίαν, χώραν εὐδαίμονα μάλιστα οὖσαν, ἐν ἀριστερᾷ δὲ καὶ πρὸς βορρᾶν τόν τε Ἀντίταυρον τὸ ὄρος καὶ τὸν Ταῦρον ἐφεξῆς κατὰ τὴν Θωσπίτιδα καὶ Κοριαίαν, χώρας τῆς μεγάλης Ἀρμενίας, εἶτα ἐφεξῆς μετὰ τὸν Ταῦρον τὸ ὄρος κατὰ Μεσοποταμίαν Ἔδεσσάν τε πόλιν καὶ Ἀνθεμουσίαν χώραν καὶ Χαλκίτιδα καὶ ἔτι Ἀγκωβαρίτιδα ἀντικειμένην τῆ ἐρήμῳ Ἀραβία συμβάλλει τῶ Τίγοιδι κατὰ Μεσήνην χώραν τῆς Σουσιανῆς· εἶτα ἐπιὼν τὴν Χαρακηνὴν χώραν ἐκδίδωσιν εἰς τὸν Περσικὸν κόλπον κατὰ πόλιν μὲν Τερηδόνα, κατὰ τήν χώραν δὲ Ἐλυμαΐτιδα τῆς Σουσιανῆς.

---

Strabo, Strabonis Geographiae Chrestomathia, ed. Karl Müller. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0099.tlg004.local001/.
