# Strabonis Geographiae Chrestomathia 31-6

Strabo, Strabonis Geographiae Chrestomathia, ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ ΙΖ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/strabo/strabonis-geographiae-chrestomathia/31-6

Ὅτι τοῖς ἀρζαίοις μᾶλλον ἦν ἐν τιμῇ καὶ ἡ μαντικὴ καθόλου καὶ τὰ χρηστήρια· νυνὶ δʼ ὀλιγωρία πολλὴ κατέχει, τῶν Ῥωμαίων ἀρκουμένων τοῖς Σιβύλλης ἐης χρησμοῖς καὶ τοῖς Τυρρηνικοῖς θεοπροπίοις διά τε σπλάγχνων καὶ ὀρνιθείας καὶ διοσημιῶν. Διόπερ καὶ τὸ ἐν Ἄμμωνι ἐκλέλοιπε χρηστήριον, πρότερον δʼ ἐτετίμητο· ἔνθα καὶ Ἀλέξανδρος ἀνελθὼν ἐχρηστηριάζετο καὶ οὐχ ὥσπερ ἐν Δελφοῖς καὶ Βραγχίδαις τὰς ἀποθεσπίσεις διὰ λόγων, ἀλλὰ νεύμασι καὶ συμβόλοις τὸ πλέον· ὡς καὶ παρʼ Ὁμήρῳ « ἦ, καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι, » τοῦ προφήτου τὸν Δία ὑποκριναμένου. Τοῦτο μέντοι ῥητῶς εἰπεῖν τὸν προφήτην φασὶ πρὸς τὸν βασιλέα, ὅτι εἴη Διὸς υἱός.

---

Strabo, Strabonis Geographiae Chrestomathia, ed. Karl Müller. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0099.tlg004.local001/.
