# Strabonis Geographiae Chrestomathia 32-5

Strabo, Strabonis Geographiae Chrestomathia, ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΑΙΟΥ ΙΒ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/strabo/strabonis-geographiae-chrestomathia/32-5

Ὅτι Στράβων ἀγωνίζεται ἐξηγεῖσθαι τὰ Ὁμηρικὰ ἔπη ταῦτα· « Αὐτὰρ Ἀλιζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον, Τηλόθεν ἐξ Ἀλύβης· » ὡς ὅτι Ἀλιζῶνες οὗτοί εἰσιν οἱ νῦν περὶ τήν Τραπεζοῦντα οἰκοῦντες Χαλδαῖοι· οἳ πρὶν μὲν Χάλυβες ἐκαλοῦντο, ἔτι δὲ πρότερον Ἄλυβες, ὡς ἔφη Ὅμηρος· « τηλόθεν ἐξ Ἀλύβης· » ἔτι δὲ πρότερον Ἀλιλξῶνες. Καὶ γὰρ ὁ χρόνος ῥέων εἴωθεν τὰς τῶν ἐθνῶν κλήσεις μετασχηματίζειν· Σίντιες μὲν γὰρ ἔθνος Θρᾳκικὸν τὸ τὴν Λῆμνον οἰκῆσαν, εἶτα Σίντοι, εἶτα Σάιοι, ὡς Ἀρχίλοχος· « ἀσπίδα μὲν Σαΐων τις ἀνείλετο· » εἶτα Σάπαι, νῦν περὶ τὰ Ἄβδηρα πόλιν οἰκοῦντες. Πάλιν Βρύγοι, Βρέγες, Βρύγες, Φρύγες οἱ αὐτοί· πάλιν Μαίονες, Μῄονες. Οὕτως οὖν Χαλδαῖοι, Χάλυβες, Ἄλυβες· « τηλόθεν ἐξ Ἀλύβης· » καὶ τὸ τηλόθεν προσκείμενον σημεῖον ποιεῖται τούτου. Τινές δὲ περὶ τὴν τοῦ Ῥυνδάκου ποταμοῦ χώραν φασὶ τοὺς Ἀλιζῶνας οἰκεῖν· ἄλλοι περὶ Κύμην τὴν Αἰολικὴν ἢ περὶ τὴν Μυρλεάτιδα γῆν ἢ περὶ τὰ Πύγελα, τῆς Ἐφεσίας ἐγγὺς ἢ Πριήνης.

---

Strabo, Strabonis Geographiae Chrestomathia, ed. Karl Müller. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0099.tlg004.local001/.
