# Strabonis Geographiae Chrestomathia 33-2

Strabo, Strabonis Geographiae Chrestomathia, ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩ ΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ ς΄. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/strabo/strabonis-geographiae-chrestomathia/33-2

Ὅτι αἱ τοῦ Αἰόλου νῆσοι ζ΄ εἰσι, Λιπάρα, Θέρμεσσα, Στρογγύλη, Διδύμη, Ἐρικοῦσσα, Φοινικοῦσσα, Εὐώνυμος. Ὧν ἡ Στρογγύλη ἀπὸ τοῦ σχήματος καλεῖται· βίᾳ μὲν φλογὸς λειπομένη, τῷ δὲ φέγγει πλεονεκτοῦσα. Ἐνταῦθα δὲ τὸν Αἴολον οἰκῆσαί φασιν. Ἐρικοῦσσα δὲ καὶ Φοινικοῦσσα ἀπὸ τῶν φυτῶν κέκληνται· ἀνεῖνται δʼ εἰς νομάς. Ἡ δὲ Εὐώνυμος πελαγία ἐστὶ καὶ ἔρημος. Πολλάκις δὲ καὶ φλόγες εἰς τὴν ἐπιφάνειαν τοῦ πελάγους τοῦ περὶ τὰς νήσους ὤφθησαν ἐπιδραμοῦσαι, τῶν κατὰ βάθους κοιλιῶν ἀναστομωθέντος πόρου τινὸς καὶ τοῦ πυρὸς βιασαμένου πρὸς τὸ ἐκτός. Φησὶ δὲ Ποσειδώνιος, ὅτι περὶ τροπὰς θερινὰς ἅμα τῇ ἕῳ, μεταξὺ τῆς Ἱερᾶς καὶ τῆς Εὐωνύμου, πρὸς ὕψος ἀρθεῖσαν ἐξαίσιον τὴν θάλατταν ὁραθῆναι καὶ συμμεῖναί τινα χρόνον ἀναφυσωμένην συνεχῶς, εἶτα παύσασθαι. Τοὺς δὲ τολμήσαντας προσπλεῖν, ἰδόντας νεκροὺς ἰχθύας ἐλαυνομένους ὑπὸ τοῦ ῥοῦ (τοὺς δὲ) καὶ θέρμῃ καὶ δυσωδίᾳ πληγέντας φυγεῖν· πολλαῖς δʼ ἡμέραις ὕστερον ὁρᾶσθαι πηλὸν ἐπανθοῦντα τῇ θαλάττῃ, πολλαχοῦ δὲ καὶ φλόγας ἐκπιπτούσας καὶ καπνοὺς καὶ λιγνύας, ἔστερον δὲ παγῆναι καὶ γενέσθαι τσῖς μυλίαις λίθοις ἐοικότα τὸν πάγον.

---

Strabo, Strabonis Geographiae Chrestomathia, ed. Karl Müller. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0099.tlg004.local001/.
