# Strabonis Geographiae Chrestomathia 4-3-9

Strabo, Strabonis Geographiae Chrestomathia, 4 to 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/strabo/strabonis-geographiae-chrestomathia/4-3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/strabo/strabonis-geographiae-chrestomathia/4-3
CTS URN: urn:cts:greekLit:tlg0099.tlg004:4-3-9

Ὅτι ὁ περὶ τὴν Ῥάβενναν ἀὴρ καθαρώτατός ἐστι καὶ ὑγιεινότατος. Τούτου δ᾿ αἴτιον ἡ πλημμυρίς τε τῆς θαλάσσης καὶ ἡ τοῦ Πάδου πλήρωσις, πᾶν τὸ βορβορῶδες ἀποκαθαίρουσα. Τὰ αὐτὰ δὲ γίνονται καὶ περὶ Ἀλεξάνδρειαν· ἡ γὰρ τοῦ Νείλου ἀνάβασις τήν τῆς λίμνης ἀφανίζει δυσωδίαν τήν ἐκ τοῦ τέλματος. Ὅτι ἐν Ῥαβέννῃ τὰ ἔλη ποιοῦσι τὰς ἀμπέλους καρπιμωτάτας καὶ ταχυφόρους· ἀλλ᾿ ἐν πέντε ἔτεσι γηράσκουσαι φθείρονται. Ὅτι Ἀδρία πόλις ἐστὶ περὶ τὰ μυχὰ τοῦ Ἀδρίου, ἀφ᾿ ἦς ἡ ταύτῃ θάλασσα καλεῖται Ἀδρίας ἦν δὲ τὸ πάλαι ἐπιφανεστάτη. Ὅτι μετά τὸ Τίμαυον, μυχαίτατον ἂν τοῦ Ἀδρίου, ἡ τῶν Ἴστρων ἐστὶ παραλία μέχρι Πόλας, ἦς καὶ Καλλίμαχος μέμνηται λέγων· « ἀτὰρ κείνων γλῶσσ᾿ ὀνόμηνε Πόλας. » Κτίσμα δέ ἐστι Κόλχων· καὶ αἱ Ἀψυρτίδες νῆσοι ἐπίκεινται τῇ Πόλῃ. Ὅτι ἡ Λιγυστικὴ ἐν αὐτοῖς τοῖς Ἀπεννίνοις ὄρεσιν ἵδρυται μεταξὺ Τυρρηνίας τε καὶ Κελτικῆς τραχεῖα δ᾿ ἐστὶ καὶ πετρώδης. Ὅτι ἡ Τυρρηνία χώρα, μοῖρα οὖσα τῆς Ἰταλίας, ἄρχεται ἀπὸ τῶν τῆς Λιγυστικῆς ὁρίων ἕως ποταμοῦ τοῦ Τιβέριδος παραθαλάσσιοι δ᾿ ὄντες οὗτοι καὶ τὰ πεδία οἰκοῦντες τὰ τῶν Ἀπεννίνων ἀπολήγοντα· ἐξ ἧς καὶ ἡ παρακειμένη θάλασσα Τυρρηνική καλεῖται.

---

Strabo, Strabonis Geographiae Chrestomathia, ed. Karl Müller. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0099.tlg004.local001/.
