# Strabonis Geographiae Chrestomathia 41-2-49

Strabo, Strabonis Geographiae Chrestomathia, 41 to 49. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/strabo/strabonis-geographiae-chrestomathia/41-2

Ὅτι τὰ παρʼ Ἑβραίοις Σόδομα πόλις ἑτέρων ἦν ιβ΄ πόλεων μητρόπολις, καὶ διὰ τὸ εἶναι τὴν γῆν ἔμπυρον, γενομένων σεισμῶν καὶ πυρωδῶν ἀναφυσημάτων, κατεστράφησαν καὶ κατεκάησαν πᾶσαι, καὶ ἀνεδόθη ἡ νῦν λίμνη Σιρβωνὶς καλουμένη, θειώδης οὖσα καὶ ἀσφαλτώδης. Ὅτι Αἰγύπτιοι χρῶνται τῇ ἀσφάλτῳ πρὸς τὰς τῶν νεκρῶν ταριχείας. Ὅτι ἐξ Ἁρμόζων τοῦ ἔκρου τῆς Καρμανίας ἀφορᾶται τὸ ἐν Ἀραβίᾳ ἄκρον ἐν Μάκαις, καὶ τοῦτό ἐστιν ἡ ἀρχὴ τοῦ Περσικοῦ κόλπου· τὸ γὰρ ἐντεῦθεν πρῶτον μὲν πρὸς ἀνατολὰς καὶ δυσμὰς, εἶτα πρὸς βορρᾶν εὐρύνεται ἡ Περσικὴ θάλασσα ἕως Τερηδόνος πόλεως καὶ τῶν τοῦ Εὐφράτου ποταμοῦ ἐκβολῶν. Ὅτι ἡ Περσικὴ θάλασσα μεγάλη ἐστὶν, ὥστε μικρῷ λείπεται τῷ μεγέθει τοῦ Εὐξείνου πόντου. Ὅτι ἐν τῷ νοτιωτάτῳ καὶ δυσμικωτάτῳ σημείῳ τοῦ Περσικοῦ κόλπου πόλις ἐστὶ Γέρρα ἐν γῇ ἁλμυρίδι, ἧς αἱ οἰκίαι ἅλιναί εἰσιν· ἐκεὶ δʼ αἱ λεπίδες τῶν ἁλῶν, ἀφιστάμεναι κατὰ τὴν ἐπίκαυσιν τὴν ἐκ τῶν ἡλίων, συνεχεῖς ἀποπίπτουσι, καταρραίνοντες ὕδασι πυκνὰ τοὺς τοίχους συνέχουσιν. Ὅτι ἐν τῷ Περσικῷ κόλπῳ Τύρος καὶ Ἄροδός εἰσι νῆσοι, ἀφʼ ὧν οἱ ἐν Φοινίκῃ Τύριοι καὶ Ἀράδιοι ἐγένοντο μετανάσται. Ὅτι καθʼ ὅλην τὴν τῆς Ἐρυθρᾶς θαλέσσης παραλίαν φύεται κατὰ βυθοῦ δένδρα ὅμοια δάφνῃ καὶ ἐλαίᾳ, ταῖς μὲν ἀμπώτισιν ὅλα καὶ ὑπερφανῆ γιγνόμενα, ταῖς δὲ πλημμυρίσιν ἔσθʼ ὅτε ὅλα καλυπτόμενα, καὶ ταῦτα τῆς ὑπερκειμένης γῆς ἀδένδρου οὕσης, ὥστε ἐπιτείνεσθαι τὸ παράδοξον. Ὅτι ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ κῆτος ἐπώκειλε πηχῶν ν΄. Ὅτι ἐν τεῖς ἕλεσι τοῖς γινομένοις ὑπὸ τῶν τοῦ Εὐφράτου ποταμοῦ προχύσεων ἄμπελος γίνεται, ἐν ταῖς καλαμίναις ῥιψὶν ἐπιβαλλομένης γῆς, ὅση δέξαιτο ἂν τὸ φυτὸν, ὥστε φορητὴν γίνεσθαι πολλάκις, εἶτα κοντοῖς ἀπωθεῖσθαι πάλιν εἰς τὴν οἰκείαν ἐξ ἀρχῆς ἕδραν.

---

Strabo, Strabonis Geographiae Chrestomathia, ed. Karl Müller. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0099.tlg004.local001/.
