# Strabonis Geographiae Chrestomathia 46-3

Strabo, Strabonis Geographiae Chrestomathia, ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΟΛΩΜ ΒΙΒΛΙΟΥ ΙΓ΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/strabo/strabonis-geographiae-chrestomathia/46-3

Ὅτι ἐκ τῆς Σκήψεως πόλεως ἦν Κορίσκος ὁ Σωκρατικὸς καὶ ὁ τούτου παῖς Νηλεὺς, ὃς καὶ Ἀριστοτέλους καὶ Θεοφράστου ἠκροάσατο καὶ διεδέξατο τὴν βιβλιοθήκην Θεοφράστου, οὖσαν τὴν αὐτὴν καὶ Ἀριστοτέλους ὁ μὲν γὰρ Ἀριστοτέλης οὐ μόνον τὴν σχολὴν, ἀλλὰ καὶ τὴν βιβλιοθήκην καταλέλοιπε Θεοφράστῳ τὴν ἐαυτοῦ, πρῶτος ὧν ἴσμεν βιβλία συναγαγὼν καὶ διδάξας τοὺς ἐν Αἰγύπτῳ βασιλέας βιβλιοθήκης σύνταξιν. Θεόφραστος δὲ Νηλεῖ παρέδωκεν· ὁ δὲ εἰς Σκῆψιν κομίσας τοῖς μεθʼ αὑτὸν παρέδωκεν, ἰδιώταις ἀνθρώποις, οἳ κατάκλειστα εἶχον τὰ βιβλία, οὐδʼ ἐπιμελῶς κείμενα· ἐπειδὴ δʼ ἤσθοντο τὴν σπουδὴν τῶν Ἀτταλικῶν βασιλέων, ὑφʼ οἷς ἦν ἡ πόλις, ζητούντων βιβλία εἰς τὴν κατασκευὴν τῆς ἐν Περγάμῳ βιβλιοθήκης, κατὰ γῆς ἔκρυψαν ἐν διώρυγί τινι· ὑπὸ δὲ νοτίας καὶ σητῶν κακωθέντα ὀψέ ποτε ἀπέδοντο οἱ ἀπὸ τοῦ γένους Ἀπελλίκωντι τῷ Τηίῳ πολλῶν ἀργυρίων τά τε Ἀριστοτέλους καὶ τὰ τοῦ Θεοφράστου βιβλία. Ἦν δὲ ὁ Ἀπελλίκων φιλόβιβλος μᾶλλον ἢ φιλόσοφος· διὸ καὶ ζητῶν ἐπανόρθωσιν τῶν διαβρωμάτων εἰς ἀντίγραφα καινὰ μετήνεγκε τὴν γραφὴν ἀναπληρῶν οὐκ εὖ, καὶ ἐξέδωκιν ἁμαρτάδων πλήρη τὰ βιβλία. Συνέβη δὲ τοῖς ἐκ τῶν περιπάτων, τοῖς μὲν πάλαι τοῖς μετὰ Θεόφραστον, οὐκ ἔχουσιν ὅλως τὰ βιβλία πλὴν ὀλίγων, καὶ μάλιστα τῶν ἐξωτερικῶν, μηδέν ἔχειν φιλοσοφεῖν πραγματικῶς, ἀλλὰ θέσεις ληκυθίζειν τοῖς δ᾿ ὕστερον, ἀφ᾿ οὗ τὰ βιβλία ταῦτα προῆλθεν, ἄμεινον μέν ἐκείνων φιλοσοφεῖν καὶ ἀριστοτελίζειν ἀναγκάζεσθαι μέντοι τὰ πολλὰ εἰκότα λέγειν διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν. Πολὺ δὲ εἰς τοῦτο καὶ ἡ Ῥώμα προσελάβετο· εὐθὺς γὰρ μετὰ τὴν Ἀπελλίκωντος τελευτὴν Σύλλας ἦρε τήν Ἀπελλίκωντος βιβλιοθήκην ὁ τὰς Ἀθήνας ἑλῶν· εἰς ῥώμην δὲ κομισθεῖσαν Τυραννίων τε ὁ γραμματικὸς διεχειρίσατο φιλαριστοτέλης ὢν, θεραπεύσας τὸν ἐπὶ τῆς βιβλιοθήκης, καὶ βιβλιοπῶλαὶ τινες γραφεῦσι φαύλοις χρώμενοι καὶ οὐκ ἀντιβάλλοντες ὅπερ καὶ ἐπὶ τῶν ἄλλων συμβαίνει τῶν εἰς πρᾶσιν γραφομένων βιβλίων καὶ ἐν Ῥώμῃ καὶ ἐν Ἀλεξανδρείᾳ.

---

Strabo, Strabonis Geographiae Chrestomathia, ed. Karl Müller. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0099.tlg004.local001/.
