# Strabonis Geographiae Chrestomathia 5-7-13

Strabo, Strabonis Geographiae Chrestomathia, 5 to 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/strabo/strabonis-geographiae-chrestomathia/5-7

Ὅτι ἡ περίμετρος τοῦ Δέλτα γ ἐστὶ σταδίων νησιάζουσα. Ὅτι ἐν ταῖς ἀναβάσεσι τοῦ Νείλου πελαγίζει τὸ Δέλτα, μόνων τῶν πόλεων καὶ τῶν κωμῶν ὑπερφαινομένων, διὰ τὸ ἢ ἐπʼ αὐτοφυῶν ἢ χειροποιήτων λόφων ἱδρῦσθαι. Τοῦτο δὲ γίνεται μ΄ ἡμέρας· εἶτα κατʼ ὀλίγον μειοῦται, ὥσπερ καὶ ηὐξήθη, ἑτέρας ἡμέρας κ΄· ὥστε ἐν πάσαις ταῖς ξ΄ ἡμέραις τελέως ξηραίνεται τὸ πεδίον. Ὅτι ἀπὸ τοῦ Δέλτα μῆκός εἰσι στάδιοι ,δ πρὸς νότον ἕως Συήνης, ἐπʼ εὐθείας διʼ ἑνὸς ῥείθρου τοῦ ποταμοῦ φερομένου, πλὴν εἴ πού τις νῆσός ἐστιν. Ὅτι ἐκ τῶν ἐν Αἰθιοπίᾳ ὄμβρων πληθύει ὁ Νεῖλος ποταμός. Ὅτι Καμβύσης ὁ Πέρσης, κατασχὼν τὴν Αἴγυπτον, ἀνῆλθε μέχρι τῆς Μερόης ὑπʼ αὐτοῦ κληθείσης πόλεως· ἐκεῖ γὰρ αὐτοῦ ἡ ἀδελφὴ Μερόη ἐτελεύτα, καὶ τιμῶν αὐτὴν ἔθετο τῇ πόλει Μερόην ὄνομα. Ὅτι οἱ παλαιοὶ ἀπὸ Συήνης ἕως τῆς θαλάσσης μόνον ἐκάλουν Αἴγυπτον, τοῦτʼ ἔστιν ὅσον ὁ Νεῖλος ποταμὸς ποτίζει μέρος καὶ μόνον. Ὅτι ἀπὸ Πηλουσίου ἕως Κανώβου στόματος, τοῦτʼ ἔστιν ἡ βέσις τοῦ Δέλτα, στάδιοί εἰσι ,ατ΄, ἀπὸ δὲ Κανώβου εἰς τὴν Φάρον ρν΄. Ὅτι ἡ πόλις Ἀλεξανδρεια ἐν τῇ Μαρεώτιδί ἐστιν· ἧς τὰ μὲν βόρεια θαλάσσῃ, τὰ δὲ νότια τῇ Μαρείᾳ λίμνῃ περιέχεται. Πληροῦται δʼ ἐκείνη ὑπὸ τῶν τοῦ Νείλου διωρύχων καὶ ἀναβάσεων. Ὅτι τὴν Ἀλεξάνδρου τοῦ κτίστου χρυσῆν πύελον ἐν Ἀλεξανδρεία ἐσύλησε Πτολεμαῖος ὁ Κόκκης, ὁ καὶ Παρείσακτος ἐπικληθεὶς, ἐκ τῆς Συρίας ἐπελθών· καὶ εὐθὺς ἐξέπεσε τῆς ἀρχῆς, ἀνόνητα τολμήσας. Ἡ δὲ πύελος μετὰ τοῦτο ὑελίνη γέγονεν.

---

Strabo, Strabonis Geographiae Chrestomathia, ed. Karl Müller. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0099.tlg004.local001/.
