# Strabonis Geographiae Chrestomathia 76

Strabo, Strabonis Geographiae Chrestomathia, ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ Ζ΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/strabo/strabonis-geographiae-chrestomathia/76

Ὅτι Ἄκανθος πόλις ἐν τῷ Σιγγιτικῷ κοίτῳ ἔστὶ παράλιος πλησίον τῆς τοῦ Ξέρξου δλώρυχος· ἔχει δʼ ὁ Ἄθων έ πόλεις, Δῖον, Κλεωνὰς, Θύσσον, Ὀλόφυξιν, Ἀκροθώους· αὕτη δὲ πρὸς τῇ κορυφῇ τοῦ Ἄθωνος κεῖται. Ἔστι δʼ ὁ Ἄθων ὄρος μαστοειδὲς, ὀξύτατον, ὑψηλότατον, οὗ σἱ τὴν κορυφὴν οἰκοῦντες ὅρῶσι τὸν ἥλιον ἀνατέλλοντα πρὸ ὡρῶν γ΄ τῆς ἐν τῇ παραλίᾳ ἀνατολῆς. Καὶ ἔστιν ἀπὸ πόλεως τῆς Ἀκάνθου ὁ περίπλους τῆς χερρονήσου ἕως Σταγείρου, πόλεως τοῦ Ἀριστοτέλους, στάδια υ΄, ἐν ᾗ λιμὴν ὄνομα Κάπρος καὶ νησίον ὁμώνυμον τῷ λιμένι· εἶτα αἱ τοῦ Στρυμόνος ἐκβολαί· εἶτα Φάγρης, Γαληψὸς, Ἀπολλωνία, πᾶεαι πόλεις· εἶτα τὸ Νέστου στόμα τοῦ διορίζοντος Μακεδονίαν καὶ Θρᾴκην, ὡς Φίλιππος καὶ Ἀλέξανδρος, ὁ τούτου παῖς, διώριζον ἐν τοῖς κατʼ αὐτοὺς χρόνοις. Εἰσὶ δὲ περὶ τὸν Στρυμονικὸν κόλπον πόλεις καὶ ἕτεραι, οἶον Μύρκινος, Ἀργίλος, Δραβῆσκος, Δάτον, ὅπερ καὶ ἀρίστην ἔχει χώραν καὶ εὔκαρπον καὶ ναυπήγια καὶ χρυσοῦ μέταλλα· ἀφʼ οὗ καὶ παροιμία «Δάτον Δάτον ἀγαθῶν » ὡς καὶ « Ἀγαθῶν ἐγαθῖδες. »

---

Strabo, Strabonis Geographiae Chrestomathia, ed. Karl Müller. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0099.tlg004.local001/.
