# Strabonis Geographiae Chrestomathia 77-87

Strabo, Strabonis Geographiae Chrestomathia, 77 to 87. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/strabo/strabonis-geographiae-chrestomathia/77
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/strabo/strabonis-geographiae-chrestomathia/77
CTS URN: urn:cts:greekLit:tlg0099.tlg004:77-87

Ὅτι πλεῖστα μέταλλά ἐστι χρυσοῦ ἐν ταῖς Κρηνίσιν, ὅπου νῦν οἱ ίλιπτποι πόλις ἵδρυται, πλησίον τοῦ Παγγαίου ὀρους· καὶ αὐτὸ δὲ τὸ Παγγαῖον ὄρος χρυσεῖα καὶ ἀργυρεῖα ἔχει μέταλλα καὶ ἡ πέραν καὶ ἡ ἐνΐὸς τοῦ Στρυμόνος ποταμοῦ μέχρι Παιονίας. Φασὶ δὲ καὶ τοὺς τὴν Παιονίαν γῆν ἀροῦντας εὑρίσκειν χρυσοῦ τινα μόρια. Ὅτι ὁ Στρσμὼν ποταμὸς ἄρχεται ἐκ τῶν περὶ τὴν Ῥοδόπην Ἀγριάνων. Ὁτι ὁ παρʼ Ὁμήρῳ Ἀστεροπαῖος, υἱὸς Πηλεγόνος, ἐκ Παιονίας ὢν τῆς ἐν Μακεδονία ἱστορεῖται· διὸ καὶ Πηλεγόνος υἱός· οἱ γὰρ Παίονες Πελαγόνες ἐκαλοῦντο. Ὅτι ἡ νῦν Φίλιπποι πόλις Κρηνίδες ἐκαλοῦντο τὸ παλαιόν. Ὅτι Σίντοι, ἔθνος Θρᾳκικὸν, κατῴκει τὴν Λῆμνον νῆσον· ὅθεν Ὅμηρος Σίντιας αὐτοὺς καλεῖ, λέγων· « ἔνθα με Σίντιες ἄνδρες ». Ὅτι μετὰ τὸν Νέστον ποταμὸν πρὸς ἀνατολὰς Ἄβδηρα πόλις, ἐπώνυμος Ἀβδήρου, ὃν οἱ τοῦ Διοαήδους ἵπποι ἔφαγον· εἶτα Δίκαια πόλις πλησίον, ἧς ὑπέρκειται λίμνη μεγάλη ἡ Βιστονίς· εἶτα πόλις Μαρώνεια. Ὅτι ὁ τῦν ποταμὸς Ῥιγινία ἐν Θρᾴκῃ καλούμενος Ἐρίγων ἦν καλούμενος. Ὅτι τὴν Σαμοθρᾴκην Ἰασίων καὶ Δάρδανος ἀδελφοὶ ᾤκουν· κεραυνωθέντος δὲ Ἰασίωνος διὰ τὴν εἰς Δήμητρα ἁμαρτίαν, ὁ Δάρδανος ἀπάρας ἐκ Σαμοθρᾴκης, ἐλθὼν ᾤκησεν ἐν τῇ ὑπωρείᾳ τῆς Ἴδης, τὴν πόλιν Δαρδανίαν καλέσας, καὶ ἐδίδαξε τοὺς Τρῶας τὰ ἐν Σαμοθρᾴκῃ μυστήρια· ἐκαλεῖτο δὲ ἡ Σαμοθρᾴκῃ Σάμος πρίν. Ὅτι ἡ ἐν Θρᾴκῃ Χερρόνησος γ ποιεῖθαλάσσας, Προποντίδα ἐκ βορρᾶ, Ἑλλήσπον τον ἐκ ἀνατολῶν, καὶ τὸν Μέλανα κόλπον ἐκ νότου· ὅπου καὶ ὁ Μέλας ποταμὸς βάλλει, ὁμώνυμος τῷ κόλπῳ. Ὅτι ἐν τῷ ἰσθμῷ τῆς Χερεονήσου γ΄ πόλεις κεῖνται· πρὸς μὲν τῷ Μέλανι κόλπῳ Καρδία, πρὸς δὲ τῆ Προποντίδι Πακτύη, πρὸς δὲ τῇ μεσογεία Λυσιμάχεια· μῆκος τοῦ ἰσθμοῦ στάδια μ΄. Ὅτι ἡ πόλις ὁ Ἐλεοῦς ἀρσενικῶς λέγεται· τάχα δὲ καὶ ὁ Τραπεζοῦς.

---

Strabo, Strabonis Geographiae Chrestomathia, ed. Karl Müller. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0099.tlg004.local001/.
