# Strabonis Geographiae Chrestomathia 9-6

Strabo, Strabonis Geographiae Chrestomathia, ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΘΙΚΩΝ ΒΙΒΑΙΟΥ ΙΔ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/strabo/strabonis-geographiae-chrestomathia/9-6

Ὅτι μετὰ τὴν Τροίας ἅλωσιν Κάλχας ὁ μάντις μετ᾿ Ἀντιλόχου τοῦ Ἀμφιαράου πεζῇ εἰς Κολοφῶνα ἀφίκετο, περιτυχών δὲ κρείττονι ἑαυτοῦ μάντει κατὰ τὴν Κλάρον, Μόψῳ τῷ Μαντοῦς τῆς Τειρεσίου θυγατρος, διὰ λύπην ἀπέθανεν. Ὁ δὲ Ἡσίοδος καὶ διὰ μέτρου τὸν λόγον ἐκφράζει οὕτως Θαῦμά μ᾿ ἔχει κατὰ θυμόν, ἐρινεὸς ὅσσους ὀλύνθους οὐτος ἔχει, μικρὸς περ ἐών· εἴποις ἂν ἀριθμόν; τὸν δ᾿ ἀποκρίνασθαι, ὅτι Μύριοί εἰσιν ἀριθμὸν, ἀτὰρ μέτρον γε μέδιμνος εἶς δὲ περισσεύει, τὸν ἐπενθέμεν οὔ κε δύναιο. Ὥς φάτο, καὶ σφιν ἀριθμὸς ἐτήτυμος εἴδετο μέτρου καὶ τότε δή Κάλχανθʼ ὔπωος θανάτοιο κάλυψε. Φερεκύδης δέ φησιν σῦν προβαλεῖν ἔγκυον τὸν Κάλψσνυσ, πόσους ἔχει χοίρους τὸν δ᾿ εἰπεῖν, ὅτι τρεῖς, ὧν ἔνα θῆλυν· ἀληθεύσαντος δ᾿, ἀποθανεῖν.

---

Strabo, Strabonis Geographiae Chrestomathia, ed. Karl Müller. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0099.tlg004.local001/.
