Ancient Greek · ~2 min
Book 1, Chapter 1
Strabo, Γεωγραφικά 1.1.3
Not analysed yet
καὶ πρῶτον μὲν τῷ ὠκεανῷ περίκλυστον, ὥσπερ ἔστιν, ἀπέφαινεν αὐτήν· ἔπειτα δὲ τῶν χωρίων τὰ μὲν ὠνόμαζε τὰ δὲ ὑπῃνίττετο τεκμηρίοις τισί, Λιβύην μὲν καὶ Αἰθιοπίαν καὶ Σιδονίους καὶ Ἐρεμβούς, οὓς εἰκὸς λέγειν Τρωγλοδύτας Ἄραβας, ῥητῶς λέγων, τοὺς δὲ πρὸς ταῖς ἀνατολαῖς καὶ δύσεσιν αἰνιττόμενος ἐκ τοῦ τῷ ὠκεανῷ κλύζεσθαι· ἐντεῦθεν γὰρ ἀνίσχοντα ποιεῖ τὸν ἥλιον καὶ δυόμενον εἰς τοῦτον, ὡς δʼ αὕτως καὶ τὰ ἄστρα καὶ τοὺς ἀστέρας λελουμένους ἐξ ὠκεανοῦ λέγει.