Ancient Greek · ~1 min
Book 10, Chapter 1
Strabo, Γεωγραφικά 10.1.7
Not analysed yet
Γεραιστὸς δʼ ἐν μὲν τῷ καταλόγῳ τῶν νεῶν οὐκ εἴρηται, μέμνηται δʼ ὁ ποιητὴς ὅμως αὐτοῦ ἐς δὲ Γεραιστὸν ἐννύχιοι κατάγοντο, καὶ δηλοῖ διότι τοῖς διαίρουσιν ἐκ τῆς Ἀσίας εἰς τὴν Ἀττικὴν ἐπικαιρίως κεῖται τῷ Σουνίῳ πλησιάζον τὸ χωρίον· ἔχει δʼ ἱερὸν Ποσειδῶνος ἐπισημότατον τῶν ταύτῃ καὶ κατοικίαν ἀξιόλογον.