Ancient Greek · ~4 min
Book 10, Chapter 1
Strabo, Γεωγραφικά 10.1.9
Not analysed yet
ὑπέρκειται δὲ τῆς τῶν Χαλκιδέων πόλεως τὸ Λήλαντον καλούμενον πεδίον. ἐν δὲ τούτῳ θερμῶν τε ὑδάτων εἰσὶν ἐκβολαὶ πρὸς θεραπείαν νόσων εὐφυεῖς, οἷς ἐχρήσατο καὶ Σύλλας Κορνήλιος ὁ τῶν Ῥωμαίων ἡγεμών· καὶ μέταλλον δʼ ὑπῆρχε θαυμαστὸν χαλκοῦ καὶ σιδήρου κοινόν, ὅπερ οὐχ ἱστοροῦσιν ἀλλαχοῦ συμβαῖνον· νυνὶ μέντοι ἀμφότερα ἐκλέλοιπεν, ἔστι δὲ καὶ ἅπασα μὲν ἡ Εὔβοια εὔσειστος, μάλιστα δʼ ἡ περὶ τὸν πορθμόν, καὶ δεχομένη πνευμάτων ὑποφοράς, καθάπερ καὶ ἡ Βοιωτία καὶ ἄλλοι τόποι, περὶ ὧν ἐμνήσθημεν διὰ πλειόνων πρότερον. ὑπὸ τοιοῦδε πάθους καὶ ἡ ὁμώνυμος τῇ νήσῳ πόλις καταποθῆναι λέγεται, ἧς μέμνηται καὶ Αἰσχύλος ἐν τῷ Ποντίῳ Γλαύκῳ Εὐβοΐδα καμπτὴν ἀμφὶ Κηναίου Διὸς ἀκτήν, κατʼ αὐτὸν τύμβον ἀθλίου Λίχα. Χαλκὶς δʼ ὁμωνύμως λέγεται καὶ ἐν Αἰτωλίᾳ Χαλκίδα τʼ ἀγχίαλον, Καλυδῶνά τε πετρήεσσαν, καὶ ἐν τῇ νῦν Ἠλείᾳ βὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα πετρήεσσαν οἱ περὶ Τηλέμαχον ἀπιόντες παρὰ Νέστορος εἰς τὴν οἰκείαν.