Ancient Greek · ~9 min
Book 10, Chapter 2
Strabo, Γεωγραφικά 10.2.12
Not analysed yet
καὶ τοῦτο δὲ δοκεῖ ὑπεναντιότητά τινα δηλοῦν αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖται. χθαμαλὴ μὲν γὰρ ἡ ταπεινὴ καὶ χαμηλή, πανυπερτάτη δὲ ἡ ὑψηλή, οἵαν διὰ πλειόνων σημαίνει, Κραναὴν καλῶν· καὶ τὴν ὁδὸν τὴν ἐκ τοῦ λιμένος τρηχεῖαν ἀταρπὸν χῶρον ἀνʼ ὑλήεντα καί οὐ γάρ τις νήσων εὐδείελος, οὐδʼ εὐλείμων, αἵ θʼ ἁλὶ κεκλίαται· Ἰθάκη δέ τε καὶ περὶ πασέων. ἔχει μὲν οὖν ἀπεμφάσεις τοιαύτας ἡ φράσις, ἐξηγοῦνται δὲ οὐ κακῶς· οὔτε γὰρ χθαμαλὴν δέχονται ταπεινὴν ἐνταῦθα, ἀλλὰ πρόσχωρον τῇ ἠπείρῳ ἐγγυτάτω οὖσαν αὐτῆς· οὔτε πανυπερτάτην ὑψηλοτάτην ἀλλὰ πανυπερτάτην πρὸς ζόφον, οἷον ὑπὲρ πάσας ἐσχάτην τετραμμένην πρὸς ἄρκτον· τοῦτο γὰρ βούλεται λέγειν τὸ πρὸς ζόφον, τὸ δʼ ἐναντίον πρὸς νότον αἱ δέ τʼ ἄνευθε πρὸς ἠῶ τʼ ἠέλιόν τε. τὸ γὰρ ἄνευθε πόρρω καὶ χωρὶς ἔστιν, ὡς τῶν μὲν ἄλλων πρὸς νότον κεκλιμένων καὶ ἀπωτέρω τῆς ἠπείρου, τῆς δʼ Ἰθάκης ἐγγύθεν καὶ πρὸς ἄρκτον. ὅτι δʼ οὕτω λέγει τὸ νότιον μέρος καὶ ἐν τοῖσδε φανερόν εἴτʼ ἐπὶ δεξίʼ ἴωσι, πρὸς ἠῶ τʼ ἠέλιόν τε, εἴτʼ ἐπʼ ἀριστερὰ τοί γε, ποτὶ ζόφον ἠερόεντα καὶ ἔτι μᾶλλον ἐν τοῖσδε ὦ φίλοι, οὐ γάρ τʼ ἴδμεν, ὅπη ζόφος, οὐδʼ ὅπη ἠώς, οὐδʼ ὅπη ἠέλιος φαεσίμβροτος εἶσʼ ὑπὸ γαῖαν, οὐδʼ ὅπη ἀννεῖται. ἔστι μὲν γὰρ δέξασθαι τὰ τέτταρα κλίματα τὴν ἠῶ δεχομένους τὸ νότιον μέρος, ἔχει τέ τινα τοῦτʼ ἔμφασιν· ἀλλὰ βέλτιον τὸ κατὰ τὴν πάροδον τοῦ ἡλίου νοεῖν ἀντιτιθέμενον τῷ ἀρκτικῷ μέρει· ἐξάλλαξιν γάρ τινα τῶν οὐρανίων πολλὴν βούλεται σημαίνειν ὁ λόγος, οὐχὶ ψιλὴν ἐπίκρυψιν τῶν κλιμάτων. δεῖ γὰρ κατὰ πάντα συννεφῆ καιρόν, ἄν θʼ ἡμέρας ἄν τε νύκτωρ συμβῇ, παρακολουθεῖν· τὰ δʼ οὐράνια ἐξαλλάττει ἐπὶ πλέον τῷ πρὸς μεσημβρίαν μᾶλλον ἢ ἧττον παραχωρεῖν ἡμᾶς ἢ εἰς τοὐναντίον. τοῦτο δὲ οὐ δύσεως καὶ ἀνατολῆς ἐγκαλύψεις ποιεῖ (καὶ γὰρ αἰθρίας οὔσης συμβαίνει), ἀλλὰ μεσημβρίας καὶ ἄρκτου. μάλιστα γὰρ ἀρκτικός ἐστιν ὁ πόλος· τούτου δὲ κινουμένου, καὶ ποτὲ μὲν κατὰ κορυφὴν ἡμῖν γινομένου ποτὲ δὲ ὑπὸ γῆς ὄντος, καὶ οἱ ἀρκτικοὶ συμμεταβάλλουσι, ποτὲ δὲ συνεκλείπουσι κατὰ τὰς τοιαύτας παραχωρήσεις, ὥστε οὐκ ἂν εἰδείης ὅπου ἐστὶ τὸ ἀρκτικὸν κλίμα, οὐδʼ εἰ ἀρχὴν ἐστίν· εἰ δὲ τοῦτο, οὐδὲ τοὐναντίον ἂν γνοίης. κύκλος δὲ τῆς Ἰθάκης ἐστὶν ὡς ὀγδοήκοντα σταδίων. περὶ μὲν Ἰθάκης ταῦτα.