Ancient Greek · ~1 min
Book 10, Chapter 2
Strabo, Γεωγραφικά 10.2.18
Not analysed yet
λοιπὴ δʼ ἐστὶ τῶν ὑπὸ τῷ Ὀδυσσεῖ τεταγμένων νήσων ἡ Ζάκυνθος, μικρῷ πρὸς ἑσπέραν μᾶλλον τῆς Κεφαλληνίας κεκλιμένη τῆς Πελοποννήσου, συνάπτουσα δʼ αὐτῇ πλέον. ἔστι δʼ ὁ κύκλος τῆς Ζακύνθου σταδίων ἑκατὸν ἑξήκοντα· διέχει δὲ καὶ τῆς Κεφαλληνίας ὅσον ἑξήκοντα σταδίους, ὑλώδης μὲν εὔκαρπος δέ· καὶ ἡ πόλις ἀξιόλογος, ὁμώνυμος. ἐντεῦθεν εἰς Ἑσπερίδας τῆς Λιβύης στάδιοι τρισχίλιοι ἑξακόσιοι.