Ancient Greek · ~2 min
Book 10, Chapter 2
Strabo, Γεωγραφικά 10.2.23
Not analysed yet
νυνὶ μὲν οὖν ἐκπεπόνηται καὶ ἀπηγόρευκεν ὑπὸ τῶν συνεχῶν πολέμων ἥ τʼ Ἀκαρνανία καὶ Αἰτωλοί, καθάπερ καὶ πολλὰ τῶν ἄλλων ἐθνῶν· πλεῖστον μέντοι χρόνον συνέμειναν Αἰτωλοὶ μετὰ τῶν Ἀκαρνάνων πρός τε τοὺς Μακεδόνας καὶ τοὺς ἄλλους Ἕλληνας, ὕστατα δὲ καὶ πρὸς Ῥωμαίους περὶ τῆς αὐτονομίας ἀγωνιζόμενοι. ἐπεὶ δὲ καὶ Ὅμηρος αὐτῶν ἐπὶ πολὺ μέμνηται καὶ οἱ ἄλλοι ποιηταί τε καὶ συγγραφεῖς, τὰ μὲν εὐσήμως τε καὶ ὁμολογουμένως, τὰ δʼ ἧττον γνωρίμως (καθάπερ τοῦτο καὶ ἐν τοῖς ἤδη λεχθεῖσι περὶ αὐτῶν ἀποδέδεικται), προσληπτέον καὶ τῶν παλαιοτέρων τινὰ τῶν ἀρχῆς ἐχόντων τάξιν ἢ διαπορουμένων.