Ancient Greek · ~2 min
Book 10, Chapter 2
Strabo, Γεωγραφικά 10.2.4
Not analysed yet
ἔχει δὲ καὶ ἡ Αἰτωλία ὄρος μέγιστον μὲν τὸν Κόρακα, συνάπτοντα τῇ Οἴτῃ, τῶν δʼ ἄλλων ἐν μέσῳ μὲν μᾶλλον τὸν Ἀράκυνθον, περὶ ὃν τὴν νεωτέραν Πλευρῶνα συνῴκισαν ἀφέντες τὴν παλαιὰν ἐγγὺς κειμένην Καλυδῶνος οἱ οἰκήτορες, εὔκαρπον οὖσαν καὶ πεδιάδα, πορθοῦντος τὴν χώραν Δημητρίου τοῦ ἐπικληθέντος Αἰτωλικοῦ· ὑπὲρ δὲ τῆς Μολυκρείας Ταφιασσὸν καὶ Χαλκίδα, ὄρη ἱκανῶς ὑψηλά, ἐφʼ οἷς πολίχνια ἵδρυτο Μακυνία τε καὶ Χαλκίς, ὁμώνυμος τῷ ὄρει, ἣν καὶ Ὑποχαλκίδα καλοῦσι· Κούριον δὲ πλησίον τῆς παλαιᾶς Πλευρῶνος, ἀφʼ οὗ τοὺς Πλευρωνίους Κουρῆτας ὀνομασθῆναί τινες ὑπέλαβον.