Ancient Greek · ~2 min
10.5.17 to 10.5.18
Strabo, Γεωγραφικά 10.5.17-18
Not analysed yet
ἡ δὲ Κάρπαθος, ἣν Κράπαθον εἶπεν ὁ ποιητής, ὑψηλή ἐστι, κύκλον ἔχουσα σταδίων διακοσίων. τετράπολις δʼ ὑπῆρξε καὶ ὄνομα εἶχεν ἀξιόλογον, ἀφʼ οὗ καὶ τῷ πελάγει τοὔνομα ἐγένετο. μία δὲ τῶν πόλεων ἐκαλεῖτο Νίσυρος ὁμώνυμος τῇ τῶν Νισυρίων νήσῳ. κεῖται δὲ τῆς Λιβύης κατὰ Λευκὴν ἀκτήν, ἣ τῆς μὲν Ἀλεξανδρείας περὶ χιλίους διέχει σταδίους, τῆς δὲ Καρπάθου περὶ τετρακισχιλίους. Κάσος δὲ ταύτης μὲν ἀπὸ ἑβδομήκοντά ἐστι σταδίων, τοῦ δὲ Σαμωνίου τοῦ ἄκρου τῆς Κρήτης διακοσίων πεντήκοντα· κύκλον δὲ ἔχει σταδίων ὀγδοήκοντα. ἔστι δʼ ἐν αὐτῇ καὶ πόλις ὁμώνυμος, καὶ Κασίων νῆσοι καλούμεναι πλείους περὶ αὐτήν.