Ancient Greek · ~2 min
Book 11, Chapter 11
Strabo, Γεωγραφικά 11.11.2
Not analysed yet
πόλεις δʼ εἶχον τά τε Βάκτρα ἥνπερ καὶ Ζαριάσπαν καλοῦσιν, ἣν διαρρεῖ ὁμώνυμος ποταμὸς ἐκβάλλων εἰς τὸν Ὦξον, καὶ Ἄδραψα καὶ ἄλλας πλείους· τούτων δʼ ἦν καὶ ἡ Εὐκρατίδεια τοῦ ἄρξαντος ἐπώνυμος. οἱ δὲ κατασχόντες αὐτὴν Ἕλληνες καὶ εἰς σατραπείας διῃρήκασιν, ὧν τήν τε Ἀσπιώνου καὶ τὴν Ταπυρίαν ἀφῄρηντο Εὐκρατίδην οἱ Παρθυαῖοι. ἔσχον δὲ καὶ τὴν Σογδιανὴν ὑπερκειμένην πρὸς ἕω τῆς Βακτριανῆς μεταξὺ τοῦ τε Ὤξου ποταμοῦ, ὃς ὁρίζει τήν τε τῶν Βακτρίων καὶ τὴν τῶν Σογδίων, καὶ τοῦ Ἰαξάρτου· οὗτος δὲ καὶ τοὺς Σογδίους ὁρίζει καὶ τοὺς νομάδας.