Ancient Greek · ~4 min
Book 11, Chapter 4
Strabo, Γεωγραφικά 11.4.3
Not analysed yet
τάχα μὲν οὖν τῷ τοιούτῳ γένει τῶν ἀνθρώπων οὐδὲν δεῖ θαλάττης· οὐδὲ γὰρ τῇ γῇ χρῶνται κατʼ ἀξίαν, πάντα μὲν ἐκφερούσῃ καρπὸν καὶ τὸν ἡμερώτατον, πᾶν δὲ φυτόν· καὶ γὰρ τὰ ἀειθαλῆ φέρει· τυγχάνει δʼ ἐπιμελείας οὐδὲ μικρᾶς ἀλλὰ τάγʼ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται, καθάπερ οἱ στρατεύσαντές φασι, Κυκλώπειόν τινα διηγούμενοι βίον· πολλαχοῦ γὰρ σπαρεῖσαν ἅπαξ δὶς ἐκφέρειν καρπὸν ἢ καὶ τρίς, τὸν δὲ πρῶτον καὶ πεντηκοντάχουν, ἀνέαστον καὶ ταῦτα οὐδὲ σιδήρῳ τμηθεῖσαν ἀλλʼ αὐτοξύλῳ ἀρότρῳ. ποτίζεται δὲ πᾶν τὸ πεδίον τοῦ Βαβυλωνίου καὶ τοῦ Αἰγυπτίου μᾶλλον τοῖς ποταμοῖς καὶ τοῖς ἄλλοις ὕδασιν ὥστʼ ἀεὶ ποώδη φυλάττειν τὴν ὄψιν· διὰ δὲ τοῦτο καὶ εὔβοτόν ἐστι· πρόσεστι δὲ καὶ τὸ εὐάερον ἐκείνων μᾶλλον. ἄσκαφοι δʼ αἱ ἄμπελοι μένουσαι διὰ τέλους, τεμνόμεναι δὲ διὰ πενταετηρίδος, νέαι μὲν διετεῖς ἐκφέρουσιν ἤδη καρπόν, τέλειαι δʼ ἀποδιδόασι τοσοῦτον ὥστʼ ἀφιᾶσιν ἐν τοῖς κλήμασι πολὺ μέρος. εὐερνῆ δʼ ἐστὶ καὶ τὰ βοσκήματα παρʼ αὐτοῖς τά τε ἥμερα καὶ τὰ ἄγρια.