Ancient Greek · ~3 min
Book 11, Chapter 5
Strabo, Γεωγραφικά 11.5.6
Not analysed yet
τὰ μὲν οὖν ὑψηλότατα τοῦ ὄντως Καυκάσου τὰ νοτιώτατά ἐστι τὰ πρὸς Ἀλβανίᾳ καὶ Ἰβηρίᾳ καὶ Κόλχοις καὶ Ἡνιόχοις· οἰκοῦσι δὲ οὓς εἶπον τοὺς συνερχομένους εἰς τὴν Διοσκουριάδα· συνέρχονται δὲ τὸ πλεῖστον ἁλῶν χάριν. τούτων δʼ οἱ μὲν τὰς ἀκρωρείας κατέχουσιν, οἱ δὲ ἐν νάπαις αὐλίζονται καὶ ζῶσιν ἀπὸ θηρείων σαρκῶν τὸ πλέον καὶ καρπῶν ἀγρίων καὶ γάλακτος. αἱ δὲ κορυφαὶ χειμῶνος μὲν ἄβατοι, θέρους δὲ προσβαίνουσιν ὑποδούμενοι κεντρωτὰ ὠμοβόινα δίκην τυμπάνων πλατεῖα διὰ τὰς χιόνας καὶ τοὺς κρυστάλλους. καταβαίνουσι δʼ ἐπὶ δορᾶς κείμενοι σὺν τοῖς φορτίοις καὶ κατολισθαίνοντες, ὅπερ καὶ κατὰ τὴν Ἀτροπατίαν Μηδίαν καὶ κατὰ τὸ Μάσιον ὄρος τὸ ἐν Ἀρμενίᾳ συμβαίνει· ἐνταῦθα δὲ καὶ τροχίσκοι ξύλινοι κεντρωτοὶ τοῖς πέλμασιν ὑποτίθενται. τοῦ γοῦν Καυκάσου τὰ μὲν ἄκρα τοιαῦτα.