Ancient Greek · ~2 min
Book 12, Chapter 2
Strabo, Γεωγραφικά 12.2.2
Not analysed yet
ἡ δὲ Καταονία πλατὺ καὶ κοῖλόν ἐστι πεδίον πάμφορον πλὴν τῶν ἀειθαλῶν. περίκειται δʼ ὄρη ἄλλα τε καὶ Ἀμανὸς ἐκ τοῦ πρὸς νότον μέρους ἀπόσπασμα ὂν τοῦ Κιλικίου Ταύρου, καὶ ὁ Ἀντίταυρος εἰς τἀναντία ἀπερρωγώς. ὁ μὲν γὰρ Ἀμανὸς ἐπὶ τὴν Κιλικίαν καὶ τὴν Συριακὴν ἐκτείνεται θάλατταν πρὸς τὴν ἑσπέραν ἀπὸ τῆς Καταονίας καὶ τὸν νότον· τῇ δὲ τοιαύτῃ διαστάσει περικλείει τὸν Ἰσσικὸν κόλπον ἅπαντα καὶ τὰ μεταξὺ τῶν Κιλίκων πεδία πρὸς τὸν Ταῦρον· ὁ δʼ Ἀντίταυρος ἐπὶ τὰς ἄρκτους ἐγκέκλιται καὶ μικρὸν ἐπιλαμβάνει τῶν ἀνατολῶν, εἶτʼ εἰς τὴν μεσόγαιαν τελευτᾷ.