Ancient Greek · ~2 min
Book 12, Chapter 3
Strabo, Γεωγραφικά 12.3.16
Not analysed yet
μετὰ δὲ τὴν Θεμίσκυράν ἐστιν ἡ Σιδήνη, πεδίον εὔδαιμον, οὐχ ὁμοίως δὲ κατάρρυτον, ἔχον χωρία ἐρυμνὰ ἐπὶ τῇ παραλίᾳ, τήν τε Σίδην ἀφʼ ἧς ὠνομάσθη Σιδήνη, καὶ Χάβακα καὶ Φάβδα· μέχρι μὲν δὴ δεῦρο Ἀμισηνή. ἄνδρες δὲ γεγόνασιν ἄξιοι μνήμης κατὰ παιδείαν ἐνταῦθα μαθηματικοὶ μὲν Δημήτριος ὁ τοῦ Ῥαθηνοῦ καὶ Διονυσόδωρος ὁμώνυμος τῷ Μηλίῳ γεωμέτρῃ, γραμματικὸς δὲ Τυραννίων οὗ ἡμεῖς ἠκροασάμεθα.