Ancient Greek · ~4 min
Book 12, Chapter 3
Strabo, Γεωγραφικά 12.3.25
Not analysed yet
ἀλλʼ οὐδὲ δόξαν ἔχει τοιαύτην τῶν παλαιῶν εἰπεῖν ὡς συμφωνούντων ἁπάντων μηδένας ἐκ τῆς περαίας τοῦ Ἅλυος κοινωνῆσαι τοῦ Τρωικοῦ πολέμου. πρὸς τοὐναντίον δὲ μᾶλλον εὕροι τις ἂν μαρτυρίας· Μαιάνδριος γοῦν ἐκ τῶν Λευκοσύρων φησὶ τοὺς Ἐνετοὺς ὁρμηθέντας συμμαχῆσαι τοῖς Τρωσίν, ἐκεῖθεν δὲ μετὰ τῶν Θρᾳκῶν ἀπᾶραι καὶ οἰκῆσαι περὶ τὸν τοῦ Ἀδρίου μυχόν, τοὺς δὲ μὴ μετασχόντας τῆς στρατείας Ἐνετοὺς Καππάδοκας γενέσθαι. συνηγορεῖν δʼ ἂν δόξειε τῷ λόγῳ τούτῳ, διότι πᾶσα ἡ πλησίον τοῦ Ἅλυος Καππαδοκία ὅση παρατείνει τῇ Παφλαγονίᾳ ταῖς δυσὶ χρῆται διαλέκτοις καὶ τοῖς ὀνόμασι πλεονάζει τοῖς Παφλαγονικοῖς, Βάγας καὶ Βιάσας καὶ Αἰνιάτης καὶ Ῥατώτης καὶ Ζαρδώκης καὶ Τίβιος καὶ Γάσυς καὶ Ὀλίγασυς καὶ Μάνης· ταῦτα γὰρ ἔν τε τῇ Φαζημωνίτιδι καὶ τῇ Πιμωλισίτιδι καὶ τῇ Γαζηλωνίτιδι καὶ Γαζακηνῇ καὶ ἄλλαις πλείσταις χώραις ἐπιπολάζει τὰ ὀνόματα. αὐτὸς δὲ ὁ Ἀπολλόδωρος παρατίθησι τὸ τοῦ Ζηνοδότου ὅτι γράφει ἐξ Ἐνετῆς, ὅθεν ἡμιόνων γένος ἀγροτεράων. ταύτην δέ φησιν Ἑκαταῖον τὸν Μιλήσιον δέχεσθαι τὴν Ἀμισόν· ἡ δʼ Ἀμισὸς εἴρηται διότι τῶν Λευκοσύρων ἐστὶ καὶ ἐκτὸς τοῦ Ἅλυος.