Ancient Greek · ~2 min
Book 12, Chapter 3
Strabo, Γεωγραφικά 12.3.42
Not analysed yet
Εὔδοξος δʼ ὀρυκτοὺς ἰχθῦς ἐν Παφλαγονίᾳ λέγων ἐν ξηροῖς τόποις οὐ διορίζει τὸν τόπον, ἐν ὑγροῖς δὲ περὶ τὴν Ἀσκανίαν λίμνην φησὶ τὴν ὑπὸ Κίῳ, λέγων οὐδὲν σαφές. ἐπεὶ δὲ καὶ τὴν ὅμορον τῷ Πόντῳ Παφλαγονίαν ἐκτιθέμεθα, τοῖς δὲ Παφλαγόσιν ὁμοροῦσιν οἱ Βιθυνοὶ πρὸς δύσιν, πειρασόμεθα καὶ τὰ τούτων ἐπελθεῖν· ἔπειτα λαβόντες ἀρχὴν ἄλλην ἔκ τε τούτων καὶ τῶν Παφλαγόνων τὰ ἑξῆς τούτων τὰ πρὸς νότον μέχρι τοῦ Ταύρου συνυφανοῦμεν τὰ παράλληλα τῷ Πόντῳ καὶ τῇ Καππαδοκίᾳ· τοιαύτην γάρ τινα ὑπογράφει τάξιν καὶ μερισμὸν ἡ τῶν τόπων φύσις.