Ancient Greek · ~4 min
Book 12, Chapter 6
Strabo, Γεωγραφικά 12.6.1
Not analysed yet
ἥ τε δὴ Τάττα ἐστί, καὶ τὰ περὶ Ὀρκαόρκους καὶ Πιτνισσὸν καὶ τὰ τῶν Λυκαόνων ὀροπέδια ψυχρὰ καὶ ψιλὰ καὶ ὀναγρόβοτα, ὑδάτων δὲ σπάνις πολλή· ὅπου δὲ καὶ εὑρεῖν δυνατόν, βαθύτατα φρέατα τῶν πάντων, καθάπερ ἐν Σοάτροις, ὅπου καὶ πιπράσκεται τὸ ὕδωρ (ἔστι δὲ κωμόπολις Γαρσαούρων πλησίον)· ὅμως δὲ καίπερ ἄνυδρος οὖσα ἡ χώρα πρόβατα ἐκτρέφει θαυμαστῶς, τραχείας δὲ ἐρέας, καί τινες ἐξ αὐτῶν τούτων μεγίστους πλούτους ἐκτήσαντο· Ἀμύντας δʼ ὑπὲρ τριακοσίας ἔσχε ποίμνας ἐν τοῖς τόποις τούτοις. εἰσὶ δὲ καὶ λίμναι, Κάραλις μὲν ἡ μείζων ἡ δʼ ἐλάττων Τρωγῖτις. ἐνταῦθα δέ που καὶ τὸ Ἰκόνιον ἔστι, πολίχνιον εὖ συνῳκισμένον καὶ χώραν εὐτυχεστέραν ἔχον τῆς λεχθείσης ὀναγροβότου· τοῦτο δʼ εἶχε Πολέμων. πλησιάζει δʼ ἤδη τούτοις τοῖς τόποις ὁ Ταῦρος ὁ τὴν Καππαδοκίαν ὁρίζων καὶ τὴν Λυκαονίαν πρὸς τοὺς ὑπερκειμένους Κίλικας τοὺς Τραχειώτας. Λυκαόνων τε καὶ Καππαδόκων ὅριόν ἐστι τὸ μεταξὺ Κοροπασσοῦ κώμης Λυκαόνων, καὶ Γαρσαούρων πολιχνίου Καππαδόκων· ἔστι δὲ τὸ μεταξὺ διάστημα τῶν φρουρίων τούτων ἑκατὸν εἴκοσί που στάδιοι.