Ancient Greek · ~2 min
Book 12, Chapter 6
Strabo, Γεωγραφικά 12.6.4
Not analysed yet
τὴν γὰρ Ἀντιόχειαν ἔχων τὴν πρὸς τῇ Πισιδίᾳ μέχρι Ἀπολλωνιάδος τῆς πρὸς Ἀπαμείᾳ τῇ Κιβωτῷ καὶ τῆς Παρωρείου τινὰ καὶ τὴν Λυκαονίαν ἐπειρᾶτο τοὺς ἐκ τοῦ Ταύρου κατατρέχοντας Κίλικας καὶ Πισίδας τὴν χώραν ταύτην Φρυγῶν οὖσαν ἐξαιρεῖν, καὶ πολλὰ χωρία ἐξεῖλεν ἀπόρθητα πρότερον ὄντα, ὧν καὶ Κρῆμνα· τὸ δὲ Σανδάλιον οὐδʼ ἐνεχείρησε βίᾳ προσάγεσθαι, μεταξὺ κείμενον τῆς τε Κρήμνης καὶ Σαγαλασσοῦ.