Ancient Greek · ~4 min
Book 2, Chapter 1
Strabo, Γεωγραφικά 2.1.5
Not analysed yet
οἶμαι δὴ πολλὰς ἔχειν εὐθύνας τοῦτον τὸν λόγον. πρῶτον μὲν ὅτι πολλαῖς μαρτυρίαις ἐκείνου χρησαμένου μιᾷ φησι τῇ Πατροκλέους αὐτὸν χρῆσθαι. τίνες οὖν ἦσαν οἱ φάσκοντες τὰ μεσημβρινὰ ἄκρα τῆς Ἰνδικῆς ἀνταίρειν τοῖς κατὰ Μερόην; τίνες δʼ οἱ τὸ ἀπὸ Μερόης διάστημα μέχρι τοῦ διʼ Ἀθηνῶν παραλλήλου λέγοντες; τίνες δὲ πάλιν οἱ τὸ τῶν ὀρῶν πλάτος τοσοῦτον, ἢ οἱ τὸ ἀπὸ τῆς Κιλικίας ἐπὶ τὴν Ἀμισὸν τὸ αὐτὸ τούτῳ λέγοντες; τίνες δὲ οἱ ἀπὸ Ἀμισοῦ διὰ Κόλχων καὶ τῆς Ὑρκανίας μέχρι Βακτρίων καὶ τῶν ἐπέκεινα εἰς τὴν ἑῴαν θάλατταν καθηκόντων ἐπʼ εὐθείας τε εἶναι λέγοντες καὶ ἐπʼ ἰσημερινὰς ἀνατολὰς καὶ παρὰ τὰ ὄρη ἐν δεξιᾷ ἔχοντι αὐτά; ἢ πάλιν τὸ ἐπὶ τὴν δύσιν ἐπʼ εὐθείας ταύτῃ τῇ γραμμῇ, διότι ἐπὶ τὴν Προποντίδα ἐστὶ καὶ τὸν Ἑλλήσποντον; ταῦτα γὰρ ὁ Ἐρατοσθένης λαμβάνει πάντα ὡς καὶ ἐκμαρτυρούμενα ὑπὸ τῶν ἐν τοῖς τόποις γενομένων, ἐντετυχηκὼς ὑπομνήμασι πολλοῖς, ὧν εὐπόρει βιβλιοθήκην ἔχων τηλικαύτην ἡλίκην αὐτὸς Ἵππαρχός φησι.