Ancient Greek · ~3 min
Book 2, Chapter 1
Strabo, Γεωγραφικά 2.1.8
Not analysed yet
Ἐροῦμεν δʼ ὅτι οὐ ψιλὴν τὴν διαφωνίαν ᾐτιάσατο, ἀλλὰ συγκρίνων πρὸς τὴν ὁμολογίαν καὶ τὴν ἀξιοπιστίαν τῆς ἀναγραφῆς τῶν σταθμῶν. οὐ θαυμαστὸν δὲ εἰ πιστοῦ γίνεταί τι πιστότερον, καὶ εἰ τῷ αὐτῷ ἐν ἑτέροις μὲν πιστεύομεν ἐν ἑτέροις δʼ ἀπιστοῦμεν, ὅταν παρά τινος τεθῇ τι βεβαιότερον. γελοῖόν τε τὸ τὴν παρὰ πολὺ διαφωνίαν ἀπιστοτέρους ποιεῖν νομίσαι τοὺς διαφωνοῦντας· τοὐναντίον γὰρ ἐν τῷ παρὰ μικρὸν συμβαίνειν τοῦτο μᾶλλον ἔοικε. παρὰ μικρὸν γὰρ ἡ πλάνη συμβαίνει μᾶλλον οὐ τοῖς τυχοῦσι μόνον, ἀλλὰ καὶ τοῖς πλέον τι τῶν ἑτέρων φρονοῦσιν· ἐν δὲ τοῖς παρὰ πολὺ ὁ μὲν τυχὼν ἁμάρτοι ἄν, ὁ δʼ ἐπιστημονικώτερος ἧττον ἂν τοῦτο πάθοι· διὸ καὶ πιστεύεται θᾶττον.