Ancient Greek · ~3 min
Book 2, Chapter 5
Strabo, Γεωγραφικά 2.5.25
Not analysed yet
συλλήβδην δʼ εἰπεῖν, τῆς καθʼ ἡμᾶς θαλάττης νοτιώτατον μέν ἐστι σημεῖον ὁ τῆς μεγάλης Σύρτεως μυχός, καὶ μετὰ τοῦτον ἡ κατʼ Αἴγυπτον Ἀλεξάνδρεια καὶ τοῦ Νείλου προχοαί, βορειότατον δὲ τὸ τοῦ Βορυσθένους · εἰ δὲ καὶ τὴν Μαιῶτιν προστιθείη τῷ πελάγει τις (καὶ γάρ ἐστιν ὡς ἂν μέρος), τὸ τοῦ Τανάιδος· δυσμικώτατον δὲ ὁ κατὰ τὰς στήλας πορθμός, ἑωθινώτατον δʼ ὁ λεχθεὶς μυχὸς κατὰ Διοσκουριάδα· Ἐρατοσθένης δʼ οὐκ εὖ τὸν Ἰσσικὸν κόλπον φησίν. ὁ μὲν γὰρ ἐπὶ τοῦ αὐτοῦ μεσημβρινοῦ ἵδρυται ἐφʼ οὗπερ ἥ τε Ἀμισὸς καὶ Θεμίσκυρα· εἰ δὲ βούλει, πρόσλαβε καὶ τὴν Σιδήνην μέχρι Φαρνακείας. ἀπὸ δὲ τούτων τῶν μερῶν πρὸς ἕω πλοῦς ἐστι πλειόνων ἢ τρισχιλίων σταδίων εἰς Διοσκουριάδα, ὡς ἔσται μᾶλλον ἐκ τῆς ἐν μέρει περιοδείας φανερόν. ἡ μὲν δὴ καθʼ ἡμᾶς θάλαττα τοιαύτη τις.