Ancient Greek · ~3 min
Book 2, Chapter 5
Strabo, Γεωγραφικά 2.5.38
Not analysed yet
Ἐν δὲ τοῖς διʼ Ἀλεξανδρείας καὶ Κυρήνης νοτιωτέροις ὅσον τετρακοσίοις σταδίοις, ὅπου ἡ μεγίστη ἡμέρα ὡρῶν ἐστιν ἰσημερινῶν δεκατεττάρων, κατὰ κορυφὴν γίνεται ὁ ἀρκτοῦρος μικρὸν ἐκκλίνων πρὸς νότον. ἐν δὲ τῇ Ἀλεξανδρείᾳ ὁ γνώμων λόγον ἔχει πρὸς τὴν ἰσημερινὴν σκιάν, ὃν ἔχει τὰ πέντε πρὸς τρία. Καρχηδόνος δὲ νοτιώτεροί εἰσι χιλίοις καὶ τριακοσίοις σταδίοις, εἴπερ ἐν Καρχηδόνι ὁ γνώμων λόγον ἔχει πρὸς τὴν ἰσημερινὴν σκιάν, ὃν ἔχει τὰ ἕνδεκα πρὸς τὰ ἑπτά. διήκει δʼ ὁ παράλληλος οὗτος τῇ μὲν διὰ Κυρήνης καὶ τῶν νοτιωτέρων Καρχηδόνος ἐνακοσίοις σταδίοις μέχρι Μαυρουσίας μέσης, τῇ δὲ διʼ Αἰγύπτου καὶ Κοίλης Συρίας καὶ τῆς ἄνω Συρίας καὶ Βαβυλωνίας καὶ Σουσιάδος Περσίδος Καρμανίας Γεδρωσίας τῆς ἄνω μέχρι τῆς Ἰνδικῆς.