Ancient Greek · ~3 min
Book 3, Chapter 4
Strabo, Γεωγραφικά 3.4.1
Not analysed yet
λοιπὴ δʼ ἐστὶ τῆς Ἰβηρίας ἥ τε ἀπὸ τῶν στηλῶν μέχρι τῆς Πυρήνης καθʼ ἡμᾶς παραλία καὶ ἡ ταύτης ὑπερκειμένη μεσόγαια πᾶσα, τὸ μὲν πλάτος ἀνώμαλος τὸ δὲ μῆκος μικρῷ πλειόνων ἢ τετρακισχιλίων σταδίων· τὸ δὲ τῆς παραλίας ἔτι πλεῖον καὶ δισχιλίοις σταδίοις εἴρηται. φασὶ δὲ ἀπὸ μὲν Κάλπης τοῦ κατὰ στήλας ὄρους ἐπὶ Καρχηδόνα νέαν δισχιλίους καὶ διακοσίους σταδίους· οἰκεῖσθαι δὲ τὴν ᾐόνα ταύτην ὑπὸ Βαστητανῶν οὓς καὶ Βαστούλους καλοῦσιν, ἐκ μέρους δὲ καὶ ὑπὸ Ὠρητανῶν. ἐντεῦθεν δʼ ἐπὶ τὸν Ἴβηρα ἄλλους τοσούτους σχεδόν τι (ταύτην δʼ ἔχειν Ἐδητανούς), ἐντὸς δὲ τοῦ Ἴβηρος μέχρι Πυρήνης καὶ τῶν Πομπηίου ἀναθημάτων χιλίους καὶ ἑξακοσίους· οἰκεῖν δὲ Ἐδητανῶν τε ὀλίγους καὶ λοιπὸν τοὺς προσαγορευομένους Ἰνδικήτας μεμερισμένους τέτραχα.