Ancient Greek · ~4 min
Book 7, Chapter fragments
Strabo, Γεωγραφικά 7.11
Not analysed yet
ὅτι Ἠμαθία ἐκαλεῖτο πρότερον ἡ νῦν Μακεδονία. ἔλαβε δὲ τοὔνομα τοῦτο ἀπʼ ἀρχαίου τινὸς τῶν ἡγεμόνων Μακεδόνος. ἦν δὲ καὶ πόλις Ἠμαθία πρὸς θαλάσσῃ. κατεῖχον δὲ τὴν χώραν ταύτην Ἠπειρωτῶν τινες καὶ Ἰλλυριῶν, τὸ δὲ πλεῖστον Βοττιαῖοι καὶ Θρᾷκες· οἱ μὲν ἐκ Κρήτης, ὥς φασι, τὸ γένος ὄντες, ἡγεμόνα ἔχοντες Βόττωνα, Θρᾳκῶν δὲ Πίερες μὲν ἐνέμοντο τὴν Πιερίαν καὶ τὰ περὶ τὸν Ὄλυμπον, Παίονες δὲ περὶ τὸν Ἀξιὸν ποταμὸν καὶ τὴν καλουμένην διὰ τοῦτο Ἀμφαξῖτιν, Ἠδωνοὶ δὲ καὶ Βισάλται τὴν λοιπὴν μέχρι Στρυμόνος· ὧν οἱ μὲν αὐτὸ τοῦτο προσηγορεύοντο Βισάλται, Ἠδωνῶν δʼ οἱ μὲν Μυγδόνες οἱ δὲ Ἤδωνες οἱ δὲ Σίθωνες. τούτων δὲ πάντων οἱ Ἀργεάδαι καλούμενοι κατέστησαν κύριοι καὶ Χαλκιδεῖς οἱ ἐν Εὐβοίᾳ. ἐπῆλθον δὲ καὶ Χαλκιδεῖς οἱ ἐν Εὐβοίᾳ ἐπὶ τὴν τῶν Σιθώνων καὶ συνῴκισαν πόλεις ἐν αὐτῇ περὶ τριάκοντα, ἐξ ὧν ὕστερον ἐκβαλλόμενοι συνῆλθον εἰς μίαν οἱ πλείους αὐτῶν, εἰς τὴν Ὄλυνθον· ὠνομάζοντο δʼ οἱ ἐπὶ Θρᾴκης Χαλκιδεῖς. E.