Ancient Greek · ~3 min
7.16 to 7.17
Strabo, Γεωγραφικά 7.16-17
Not analysed yet
ὅτι ὑπὸ ταῖς ὑπωρείαις τοῦ Ὀλύμπου παρὰ τὸν Πηνειὸν ποταμὸν Γυρτὼν ἔστι, πόλις Περραιβικὴ καὶ Μαγνῆτις, ἐν ᾗ Πειρίθους τε καὶ Ἰξίων ἦρξαν. ἀπέχει δʼ ἑκατὸν τῆς Γυρτῶνος πόλεως Κραννών, καί φασιν, ὅταν εἴπῃ ὁ ποιητής τὼ μὲν ἄρʼ ἐκ Θρῄκης, Ἐφύρους μὲν λέγεσθαι τοὺς Κραννωνίους, Φλεγύας δὲ τοὺς Γυρτωνίους. Epit. ἀπέχει δὲ σταδίους ἑκατὸν Γυρτῶνος ἡ Κραννὼν πόλις, ὥς φησι Στράβων. Stephanus in Κραννών. Ὁμόλιον πόλις Μακεδονίας καὶ Μαγνησίας. Στράβων ἑβδόμῃ. Stephanus v. Ὁμόλιον Ep. Strabo 9 p. 443 ὅτι τὸ Δῖον ἡ πόλις οὐκ ἐν τῷ αἰγιαλῷ τοῦ Θερμαίου κόλπου ἐστὶν ἐν ταῖς ὑπωρείαις τοῦ Ὀλύμπου, ἀλλʼ ὅσον ἑπτὰ ἀπέχει σταδίους· ἔχει δʼ ἡ πόλις τὸ Δῖον κώμην πλησίον Πίμπλειαν, ἔνθα Ὀρφεὺς διέτριβεν. Epit.