Ancient Greek · ~3 min
Book 7, Chapter fragments
Strabo, Γεωγραφικά 7.23
Not analysed yet
ὅτι τὴν Πέλλαν οὖσαν μικρὰν πρότερον Φίλιππος εἰς μῆκος ηὔξησε τραφεὶς ἐν αὐτῇ· ἔχει δὲ λίμνην πρὸ αὑτῆς, ἐξ ἧς ὁ Λουδίας ποταμὸς ῥεῖ· τὴν δὲ λίμνην πληροῖ τοῦ Ἀξιοῦ τι ποταμοῦ ἀπόσπασμα. εἶτα ὁ Ἀξιὸς διαιρῶν τήν τε Βοττιαίαν καὶ τὴν Ἀμφαξῖτιν γῆν, καὶ παραλαβὼν τὸν Ἐρίγωνα ποταμὸν ἐξίησι μεταξὺ Χαλάστρας καὶ Θέρμης· ἐπίκειται δὲ τῷ Ἀξιῷ ποταμῷ χωρίον, ὅπερ Ὅμηρος Ἀμυδῶνα καλεῖ, καί φησι τοὺς Παίονας ἐντεῦθεν εἰς Τροίαν ἐπικούρους ἐλθεῖν τηλόθεν ἐξ Ἀμυδῶνος ἀπʼ Ἀξιοῦ εὐρυρέοντος. ἀλλʼ ἐπεὶ ὁ μὲν Ἀξιὸς θολερός ἐστι, κρήνη δέ τις ἐξ Ἀμυδῶνος ἀνίσχουσα καὶ ἐπιμιγνυμένη αὐτῷ καλλίστου ὕδατος, διὰ τοῦτο τὸν ἑξῆς στίχον Ἀξιοῦ, οὗ κάλλιστον ὕδωρ ἐπικίδναται Αἶαν μεταγράφουσιν οὕτως Ἀξιοῦ, ᾧ κάλλιστον ὕδωρ ἐπικίδναται Αἴης. οὐ γὰρ τὸ τοῦ Ἀξιοῦ ὕδωρ κάλλιστον τῇ πηγῇ ἐπικίδναται, ἀλλὰ τὸ τῆς πηγῆς τῷ Ἀξιῷ. Epit.