Ancient Greek · ~1 min
7.7 to 7.8
Strabo, Γεωγραφικά 7.7-8
Not analysed yet
ὅτι ἐπὶ γέλωτι ἐν παροιμίας μέρει γελᾶται Κέρκυρα ταπεινωθεῖσα τοῖς πολλοῖς πολέμοις. E. ὅτι ἡ Κόρκυρα τὸ παλαιὸν εὐτυχὴς ἦν καὶ δύναμιν ναυτικὴν πλείστην εἶχεν, ἀλλʼ ὑπὸ πολέμων τινῶν καὶ τυράννων ἐφθάρη· καὶ ὕστερον ὑπὸ Ῥωμαίων ἐλευθερωθεῖσα οὐκ ἐπῃνέθη, ἀλλʼ ἐπὶ λοιδορίᾳ παροιμίαν ἔλαβεν ἐλευθέρα Κόρκυρα, χέζʼ ὅπου θέλεις. Epit.