Ancient Greek · ~3 min
Book 8, Chapter 4
Strabo, Γεωγραφικά 8.4.6
Not analysed yet
πλησίον δὲ τῆς Κορώνης κατὰ μέσον πως τὸν κόλπον ὁ Παμισὸς ποταμὸς ἐκβάλλει, ταύτην μὲν ἐν δεξιᾷ ἔχων καὶ τὰς ἑξῆς· ὧν εἰσιν ἔσχαται πρὸς δύσιν Πύλος καὶ Κυπαρισσία, μέση δὲ τούτων Ἔρανα, ἣν οὐκ εὖ τινες Ἀρήνην νενομίκασι πρότερον· Θουρίαν δὲ καὶ Φαρὰς ἐν ἀ. μέγιστος δʼ ἐστὶ ποταμῶν τῶν ἐντὸς Ἰσθμοῦ καίπερ οὐ πλείους ἢ ἑκατὸν σταδίους ἐκ τῶν πηγῶν ῥυεὶς δαψιλὴς τῷ ὕδατι διὰ τοῦ Μεσσηνιακοῦ πεδίου καὶ τῆς Μακαρίας καλουμένης· ἀφέστηκέ τε τῆς νῦν Μεσσηνίων πόλεως ὁ ποταμὸς σταδίους πεντήκοντα. ἔστι δὲ καὶ ἄλλος Παμισὸς χαραδρώδης μικρὸς περὶ Λεῦκτρον ῥέων τὸ Λακωνικόν, περὶ οὗ κρίσιν ἔσχον Μεσσήνιοι πρὸς Λακεδαιμονίους ἐπὶ Φιλίππου· τὸν δὲ Παμισόν, ὃν Ἄμαθόν τινες ὠνόμασαν, προειρήκαμεν.