Ancient Greek · ~5 min
Book 8, Chapter 5
Strabo, Γεωγραφικά 8.5.6
Not analysed yet
περὶ δὲ τῆς φύσεως τῶν τόπων καὶ τούτων καὶ τῶν Μεσσηνιακῶν ταῦτα μὲν ἀποδεκτέον λέγοντος Εὐριπίδου· τὴν γὰρ Λακωνικήν φησιν ἔχειν πολὺν μὲν ἄροτον, ἐκπονεῖν δʼ οὐ ῥᾴδιον· κοίλη γάρ, ὄρεσι περίδρομος, τραχεῖά τε δυσείσβολός τε πολεμίοις, τὴν δὲ Μεσσηνιακὴν καλλίκαρπον κατάρρυτόν τε μυρίοισι νάμασι, καὶ βουσὶ καὶ ποίμναισιν εὐβοτωτάτην οὔτʼ ἐν πνοαῖσι χείματος δυσχείμερον, οὔτʼ αὖ τεθρίπποις ἡλίου θερμὴν ἄγαν. καὶ ὑποβὰς τῶν πάλων φησὶν ὧν οἱ Ἡρακλεῖδαι περὶ τῆς χώρας ἐποιήσαντο, τὸν μὲν πρότερον γενέσθαι γαίας Λακαίνης κύριον, φαύλου χθονός· τὸν δὲ δεύτερον τῆς Μεσσήνης ἀρετὴν ἐχούσης μείζονʼ ἢ λόγῳ φράσαι. οἵαν καὶ ὁ Τυρταῖος φράζει. τὴν δὲ Λακωνικὴν καὶ τὴν Μεσσηνίαν ὁρίζειν αὐτοῦ φήσαντος Παμισὸν εἰς θάλασσαν ἐξορμώμενον, οὐ συγχωρητέον, ὃς διὰ μέσης ῥεῖ τῆς Μεσσηνίας, οὐδαμοῦ τῆς νῦν Λακωνικῆς ἁπτόμενος. οὐκ εὖ δὲ οὐδʼ ὅτι τῆς Μεσσηνίας ὁμοίως ἐπιθαλαττιαίας οὔσης τῇ Λακωνικῇ φησὶν αὐτὴν πρόσω ναυτίλοισιν εἶναι. ἀλλʼ οὐδὲ τὴν Ἦλιν εὖ διορίζει πρόσω δὲ βάντι ποταμὸν Ἦλις ἡ Διὸς γείτων κάθηται. εἴτε γὰρ τὴν νῦν Ἠλείαν βούλεται λέγειν, ἥτις ρεῖ τῇ Μεσσηνίᾳ, ταύτης οὐ προσάπτεται ὁ Παμι, ὥσπερ γε τῆς Λακωνικῆς· εἴρηται γὰρ ὅτι διὰ μέεῖ τῆς Μεσσηνίας· εἴτε τὴν παλαιὰν τὴν κοίλην νην, πολὺ μᾶλλον ἐκπίπτει τῆς ἀληθείας· διαβάνὸν Παμισὸν ἔστι πολλὴ τῆς Μεσσηνίας, εἶθʼ ἡ τῶν Λεπρεατῶν ἅπασα καὶ Μακιστίων, ἣν Τριφυλίαν ἐκάλουν, σᾶτις καὶ ἡ Ὀλυμπία, εἶτα μετὰ τριακοσί ἡ Ἦλις.